8.87.1 τοῦ δ’ αὐτοῦ θέρους Τισσαφέρνης , κατὰ τὸν καιρὸν τοῦτον ἐν μάλιστα διά τε τἆλλα καὶ διὰ τὴν Ἀλκιβιάδου κάθοδον ἤχθοντο αὐτῷ οἱ Πελοποννήσιοι ὡς φανερῶς ἤδη ἀττικίζοντι , βουλόμενος , ὡς ἐδόκει δή , ἀπολύεσθαι πρὸς αὐτοὺς τὰς διαβολάς , παρεσκευάζετο πορεύεσθαι ἐπὶ τὰς Φοινίσσας ναῦς ἐς Ἄσπενδον , καὶ τὸν Λίχαν ξυμπορεύεσθαι ἐκέλευεν · τῇ δὲ στρατιᾷ προστάξειν ἔφη Τάμων ἑαυτοῦ ὕπαρχον , ὥστε τροφὴν ἐν ὅσῳ ἂν αὐτὸς ἀπῇ διδόναι .
8.87.2 λέγεται δὲ οὐ κατὰ ταὐτό , οὐδὲ ῥᾴδιον εἰδέναι τίνι γνώμῃ παρῆλθεν ἐς τὴν Ἄσπενδον καὶ παρελθὼν οὐκ ἤγαγε τὰς ναῦς .
8.87.3 ὅτι μὲν γὰρ αἱ Φοίνισσαι νῆες ἑπτὰ καὶ τεσσαράκοντα καὶ ἑκατὸν μέχρι Ἀσπένδου ἀφίκοντο σαφές ἐστι , διότι δὲ οὐκ ἦλθον πολλαχῇ εἰκάζεται . οἱ μὲν γὰρ ἵνα διατρίβῃ ἀπελθών , ὥσπερ καὶ διενοήθη , τὰ τῶν Πελοποννησίων ( τροφὴν γοῦν οὐδὲν βέλτιον , ἀλλὰ καὶ χεῖρον Τάμως , προσετάχθη , παρεῖχεν ) , οἱ δὲ ἵνα τοὺς Φοίνικας προαγαγὼν ἐς τὴν Ἄσπενδον ἐκχρηματίσαιτο ἀφείς ( καὶ γὰρ ὣς αὐτοῖς οὐδὲν ἔμελλε χρήσεσθαι ) , ἄλλοι δ’ ὡς καταβοῆς ἕνεκα τῆς ἐς Λακεδαίμονα , τοῦ λέγεσθαι ὡς οὐκ ἀδικεῖ , ἀλλὰ καὶ σαφῶς οἴχεται ἐπὶ τὰς ναῦς ἀληθῶς πεπληρωμένας .