8.86.6 αὐτὸς δὲ ἀποκρινάμενος αὐτοῖς ἀπέπεμπεν , ὅτι τοὺς μὲν πεντακισχιλίους οὐ κωλύοι ἄρχειν , τοὺς μέντοι τετρακοσίους ἀπαλλάσσειν ἐκέλευεν αὐτοὺς καὶ καθιστάναι τὴν βουλὴν ὥσπερ καὶ πρότερον , τοὺς πεντακοσίους · εἰ δὲ ἐς εὐτέλειάν τι ξυντέτμηται ὥστε τοὺς στρατευομένους μᾶλλον ἔχειν τροφήν , πάνυ ἐπαινεῖν .
8.86.7 καὶ τἆλλα ἐκέλευεν ἀντέχειν καὶ μηδὲν ἐνδιδόναι τοῖς πολεμίοις · πρὸς μὲν γὰρ σφᾶς αὐτοὺς σῳζομένης τῆς πόλεως πολλὴν ἐλπίδα εἶναι καὶ ξυμβῆναι , εἰ δὲ ἅπαξ τὸ ἕτερον σφαλήσεται , τὸ ἐν Σάμῳ ἐκεῖνοι , οὐδ’ ὅτῳ διαλλαγήσεταί τις ἔτι ἔσεσθαι .
8.86.8 παρῆσαν δὲ καὶ Ἀργείων πρέσβεις , ἐπαγγελλόμενοι τῷ ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων δήμῳ ὥστε βοηθεῖν · δὲ Ἀλκιβιάδης ἐπαινέσας αὐτοὺς καὶ εἰπὼν ὅταν τις καλῇ παρεῖναι οὕτως ἀπέπεμπεν .
8.86.9 ἀφίκοντο δὲ οἱ Ἀργεῖοι μετὰ τῶν Παράλων , οἳ τότε ἐτάχθησαν ἐν τῇ στρατιώτιδι νηὶ ὑπὸ τῶν τετρακοσίων περιπλεῖν Εὔβοιαν , καὶ ἄγοντες Ἀθηναίων ἐς Λακεδαίμονα ἀπὸ τῶν τετρακοσίων [ πεμπτοὺς ] πρέσβεις , Λαισποδίαν καὶ Ἀριστοφῶντα καὶ Μελησίαν , [ οἳ ] ἐπειδὴ ἐγένοντο πλέοντες κατ’ Ἄργος , τοὺς μὲν πρέσβεις ξυλλαβόντες τοῖς Ἀργείοις παρέδοσαν ὡς τῶν οὐχ ἥκιστα καταλυσάντων τὸν δῆμον ὄντας , αὐτοὶ δὲ οὐκέτι ἐς τὰς Ἀθήνας ἀφίκοντο , ἀλλ’ ἄγοντες ἐκ τοῦ Ἄργους ἐς τὴν Σάμον τοὺς πρέσβεις ἀφικνοῦνται ᾗπερ εἶχον τριήρει .