8.87.4 ἐμοὶ μέντοι δοκεῖ σαφέστατον εἶναι διατριβῆς ἕνεκα καὶ ἀνοκωχῆς τῶν Ἑλληνικῶν τὸ ναυτικὸν οὐκ ἀγαγεῖν , φθορᾶς μέν , ἐν ὅσῳ παρῄει ἐκεῖσε καὶ διέμελλεν , ἀνισώσεως δέ , ὅπως μηδετέροις προσθέμενος ἰσχυροτέρους ποιήσῃ , ἐπεί , εἴ γε ἐβουλήθη , διαπολεμῆσαι 〈ἂν〉 ἐπιφανεὶς δήπου οὐκ ἐνδοιαστῶς · κομίσας γὰρ ἂν Λακεδαιμονίοις τὴν νίκην κατὰ τὸ εἰκὸς ἔδωκεν , οἵ γε καὶ ἐν τῷ παρόντι ἀντιπάλως μᾶλλον ὑποδεεστέρως τῷ ναυτικῷ ἀνθώρμουν .
8.87.5 καταφωρᾷ δὲ μάλιστα καὶ ἣν εἶπε πρόφασιν οὐ κομίσας τὰς ναῦς . ἔφη γὰρ αὐτὰς ἐλάσσους ὅσας βασιλεὺς ἔταξε ξυλλεγῆναι · δὲ χάριν ἂν δήπου ἐν τούτῳ μείζω ἔτι ἔσχεν , οὔτ’ ἀναλώσας πολλὰ τῶν βασιλέως τά τε αὐτὰ ἀπ’ ἐλασσόνων πράξας .
8.87.6 ἐς δ’ οὖν τὴν Ἄσπενδον ᾑτινιδὴ γνώμῃ Τισσαφέρνης ἀφικνεῖται καὶ τοῖς Φοίνιξι ξυγγίγνεται · καὶ οἱ Πελοποννήσιοι ἔπεμψαν ὡς ἐπὶ τὰς ναῦς κελεύσαντος αὐτοῦ Φίλιππον ἄνδρα Λακεδαιμόνιον δύο τριήρεσιν .
8.88.1 Ἀλκιβιάδης δὲ ἐπειδὴ καὶ τὸν Τισσαφέρνην ᾔσθετο παριόντα ἐπὶ τῆς Ἀσπένδου , ἔπλει καὶ αὐτὸς λαβὼν τρεῖς καὶ δέκα ναῦς , ὑποσχόμενος τοῖς ἐν τῇ Σάμῳ ἀσφαλῆ καὶ μεγάλην χάριν ( γὰρ αὐτὸς ἄξειν Ἀθηναίοις τὰς Φοινίσσας ναῦς Πελοποννησίοις γε κωλύσειν ἐλθεῖν ) , εἰδώς , ὡς εἰκός , ἐκ πλέονος τὴν Τισσαφέρνους γνώμην ὅτι οὐκ ἄξειν ἔμελλε , καὶ βουλόμενος αὐτὸν τοῖς Πελοποννησίοις ἐς τὴν ἑαυτοῦ καὶ Ἀθηναίων φιλίαν ὡς μάλιστα διαβάλλειν , ὅπως μᾶλλον δι’ αὐτὸ σφίσιν ἀναγκάζοιτο προσχωρεῖν . καὶ μὲν ἄρας εὐθὺ τῆς Φασήλιδος καὶ Καύνου ἄνω τὸν πλοῦν ἐποιεῖτο .