8.85.4 μὲν οὖν Ἀστύοχος καὶ οἱ Μιλήσιοι καὶ Ἑρμοκράτης ἀπέπλευσαν ἐς τὴν Λακεδαίμονα . δὲ Ἀλκιβιάδης διεβεβήκει πάλιν ἤδη παρὰ τοῦ Τισσαφέρνους ἐς τὴν Σάμον .
8.86.1 καὶ οἱ ἐκ τῆς Δήλου ἀπὸ τῶν τετρακοσίων [ πρεσβευταί ] , οὓς τότε ἔπεμψαν παραμυθησομένους καὶ ἀναδιδάξοντας τοὺς ἐν τῇ Σάμῳ , ἀφικνοῦνται παρόντος τοῦ Ἀλκιβιάδου , καὶ ἐκκλησίας γενομένης λέγειν ἐπεχείρουν .
8.86.2 οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον οὐκ ἤθελον ἀκούειν , ἀλλ’ ἀποκτείνειν ἐβόων τοὺς τὸν δῆμον καταλύοντας , ἔπειτα μέντοι μόλις ἡσυχάσαντες ἤκουσαν .
8.86.3 οἱ δ’ ἀπήγγελλον ὡς οὔτε ἐπὶ διαφθορᾷ τῆς πόλεως μετάστασις γίγνοιτο , ἀλλ’ ἐπὶ σωτηρίᾳ , οὔθ’ ἵνα τοῖς πολεμίοις παραδοθῇ ( ἐξεῖναι γάρ , ὅτε ἐσέβαλον ἤδη σφῶν ἀρχόντων , τοῦτο ποιῆσαι ) , τῶν τε πεντακισχιλίων ὅτι πάντες ἐν τῷ μέρει μεθέξουσιν , οἵ τε οἰκεῖοι αὐτῶν οὔθ’ ὑβρίζονται , ὥσπερ Χαιρέας διαβάλλων ἀπήγγειλεν , οὔτε κακὸν ἔχουσιν οὐδέν , ἀλλ’ ἐπὶ τοῖς σφετέροις αὐτῶν ἕκαστοι κατὰ χώραν μένουσιν .
8.86.4 ἄλλα τε πολλὰ εἰπόντων οὐδὲν μᾶλλον ἐσήκουον , ἀλλ’ ἐχαλέπαινον καὶ γνώμας ἄλλοι ἄλλας ἔλεγον , μάλιστα δὲ ἐπὶ τὸν Πειραιᾶ πλεῖν . καὶ δοκεῖ Ἀλκιβιάδης πρῶτον τότε καὶ οὐδενὸς ἔλασσον τὴν πόλιν ὠφελῆσαι · ὡρμημένων γὰρ τῶν ἐν Σάμῳ Ἀθηναίων πλεῖν ἐπὶ σφᾶς αὐτούς , ἐν σαφέστατα Ἰωνίαν καὶ Ἑλλήσποντον εὐθὺς εἶχον οἱ πολέμιοι , κωλυτὴς γενέσθαι .
8.86.5 καὶ ἐν τῷ τότε ἄλλος μὲν οὐδ’ ἂν εἷς ἱκανὸς ἐγένετο κατασχεῖν τὸν ὄχλον , ἐκεῖνος δὲ τοῦ τ’ ἐπίπλου ἔπαυσε καὶ τοὺς ἰδίᾳ τοῖς πρέσβεσιν ὀργιζομένους λοιδορῶν ἀπέτρεπεν .