8.78.1 ὑπὸ δὲ τὸν χρόνον τοῦτον καὶ οἱ ἐν τῇ Μιλήτῳ τῶν Πελοποννησίων ἐν τῷ ναυτικῷ στρατιῶται κατὰ σφᾶς αὐτοὺς διεβόων ὡς ὑπό τε Ἀστυόχου καὶ Τισσαφέρνους φθείρεται τὰ πράγματα , τοῦ μὲν οὐκ ἐθέλοντος οὔτε πρότερον ναυμαχεῖν , ἕως ἔτι αὐτοί τε ἔρρωντο μᾶλλον καὶ τὸ ναυτικὸν τῶν Ἀθηναίων ὀλίγον ἦν , οὔτε νῦν , ὅτε στασιάζειν τε λέγονται καὶ αἱ νῆες αὐτῶν οὐδέπω ἐν τῷ αὐτῷ εἰσίν , ἀλλὰ τὰς παρὰ Τισσαφέρνους Φοινίσσας ναῦς μένοντες , ἄλλως ὄνομα καὶ οὐκ ἔργον , κινδυνεύσειν διατριβῆναι · τὸν δ’ αὖ Τισσαφέρνην τάς τε ναῦς ταύτας οὐ κομίζειν , καὶ τροφὴν ὅτι οὐ ξυνεχῶς οὐδ’ ἐντελῆ διδοὺς κακοῖ τὸ ναυτικόν . οὔκουν ἔφασαν χρῆναι μέλλειν ἔτι , ἀλλὰ διαναυμαχεῖν .
8.79.1 καὶ μάλιστα οἱ Συρακόσιοι ἐνῆγον . αἰσθόμενοι δὲ οἱ ξύμμαχοι καὶ Ἀστύοχος τὸν θροῦν , καὶ δόξαν αὐτοῖς ἀπὸ ξυνόδου ὥστε διαναυμαχεῖν , ἐπειδὴ καὶ ἐσηγγέλλετο αὐτοῖς ἐν τῇ Σάμῳ ταραχή , ἄραντες ταῖς ναυσὶ πάσαις οὔσαις δώδεκα καὶ ἑκατὸν καὶ τοὺς Μιλησίους πεζῇ κελεύσαντες ἐπὶ τῆς Μυκάλης παριέναι ἔπλεον ὡς πρὸς τὴν Μυκάλην .
8.79.2 οἱ δὲ Ἀθηναῖοι ταῖς ἐκ Σάμου ναυσὶ δυοῖν καὶ ὀγδοήκοντα , αἳ ἔτυχον ἐν Γλαύκῃ τῆς Μυκάλης ὁρμοῦσαι ( διέχει δὲ ὀλίγον ταύτῃ Σάμος τῆς ἠπείρου πρὸς τὴν Μυκάλην ) , ὡς εἶδον τὰς τῶν Πελοποννησίων ναῦς προσπλεούσας , ὑπεχώρησαν ἐς τὴν Σάμον , οὐ νομίσαντες τῷ πλήθει διακινδυνεῦσαι περὶ τοῦ παντὸς ἱκανοὶ εἶναι .