8.76.5 καὶ δι’ ἑαυτοὺς δὲ ἐν τῇ Σάμῳ προκαθημένους καὶ πρότερον αὐτοὺς κρατεῖν τοῦ ἐς τὸν Πειραιᾶ ἔσπλου , καὶ νῦν ἐς τοιοῦτον καταστήσονται μὴ βουλομένων σφίσι πάλιν τὴν πολιτείαν ἀποδοῦναι , ὥστε αὐτοὶ δυνατώτεροι εἶναι εἴργειν ἐκείνους τῆς θαλάσσης ὑπ’ ἐκείνων εἴργεσθαι .
8.76.6 βραχύ τέ τι εἶναι καὶ οὐδενὸς ἄξιον πρὸς τὸ περιγίγνεσθαι τῶν πολεμίων πόλις σφίσι χρήσιμος ἦν , καὶ οὐδὲν ἀπολωλεκέναι , οἵ γε μήτε ἀργύριον εἶχον ἔτι πέμπειν , ἀλλ’ αὐτοὶ ἐπορίζοντο οἱ στρατιῶται , μήτε βούλευμα χρηστόν , οὗπερ ἕνεκα πόλις στρατοπέδων κρατεῖ · ἀλλὰ καὶ ἐν τούτοις τοὺς μὲν ἡμαρτηκέναι τοὺς πατρίους νόμους καταλύσαντας , αὐτοὶ δὲ σῴζειν καὶ ἐκείνους πειράσεσθαι προσαναγκάζειν , ὥστε οὐδὲ τούτους , οἵπερ ἂν βουλεύοιέν τι χρηστόν , παρὰ σφίσι χείρους εἶναι .
8.76.7 Ἀλκιβιάδην τε , ἢν αὐτῷ ἄδειάν τε καὶ κάθοδον ποιήσωσιν , ἄσμενον τὴν παρὰ βασιλέως ξυμμαχίαν παρέξειν . τό τε μέγιστον , ἢν ἁπάντων σφάλλωνται , εἶναι αὐτοῖς τοσοῦτον ἔχουσι ναυτικὸν πολλὰς τὰς ἀποχωρήσεις ἐν αἷς καὶ πόλεις καὶ γῆν εὑρήσουσιν .
8.77.1 τοιαῦτα ἐν ἀλλήλοις ἐκκλησιάσαντες καὶ παραθαρσύναντες σφᾶς αὐτοὺς καὶ τὰ τοῦ πολέμου παρεσκευάζοντο οὐδὲν ἧσσον . οἱ δὲ ἀπὸ τῶν τετρακοσίων πεμφθέντες ἐς τὴν Σάμον [ οἱ δέκα πρεσβευταὶ ] ὡς ταῦτα ἐν τῇ Δήλῳ ἤδη ὄντες ᾐσθάνοντο , ἡσύχαζον αὐτοῦ .