8.79.3 καὶ ἅμα ( προῄσθοντο γὰρ αὐτοὺς ἐκ τῆς Μιλήτου ναυμαχησείοντας ) προσεδέχοντο καὶ τὸν Στρομβιχίδην ἐκ τοῦ Ἑλλησπόντου σφίσι ταῖς ἐκ τῆς Χίου ναυσὶν ἐπ’ Ἀβύδου ἀφικομέναις προσβοηθήσειν · προυπέπεμπτο γὰρ αὐτῷ ἄγγελος .
8.79.4 καὶ οἱ μὲν οὕτως ἐπὶ τῆς Σάμου ἀνεχώρησαν , οἱ δὲ Πελοποννήσιοι καταπλεύσαντες ἐπὶ τῆς Μυκάλης ἐστρατοπεδεύσαντο , καὶ τῶν Μιλησίων καὶ τῶν πλησιοχώρων πεζός .
8.79.5 καὶ τῇ ὑστεραίᾳ μελλόντων αὐτῶν ἐπιπλεῖν τῇ Σάμῳ ἀγγέλλεται Στρομβιχίδης ταῖς ἀπὸ τοῦ Ἑλλησπόντου ναυσὶν ἀφιγμένος · καὶ εὐθὺς ἀπέπλεον πάλιν ἐπὶ τῆς Μιλήτου .
8.79.6 οἱ δὲ Ἀθηναῖοι προσγενομένων σφίσι τῶν νεῶν ἐπίπλουν αὐτοὶ ποιοῦνται τῇ Μιλήτῳ ναυσὶν ὀκτὼ καὶ ἑκατὸν βουλόμενοι διαναυμαχῆσαι · καὶ ὡς οὐδεὶς αὐτοῖς ἀντανήγετο , ἀπέπλευσαν πάλιν ἐς τὴν Σάμον .
8.80.1 ἐν δὲ τῷ αὐτῷ θέρει μετὰ τοῦτο εὐθὺς οἱ Πελοποννήσιοι , ἐπειδὴ ἁθρόαις ταῖς ναυσὶν οὐκ ἀξιόμαχοι νομίσαντες εἶναι οὐκ ἀντανήγοντο , ἀπορήσαντες ὁπόθεν τοσαύταις ναυσὶ χρήματα ἕξουσιν , ἄλλως τε καὶ Τισσαφέρνους κακῶς διδόντος , ἀποστέλλουσιν ὡς τὸν Φαρνάβαζον , ὥσπερ καὶ τὸ πρῶτον ἐκ τῆς Πελοποννήσου προσετάχθη , Κλέαρχον τὸν Ῥαμφίου ἔχοντα ναῦς τεσσαράκοντα .
8.80.2 ἐπεκαλεῖτό τε γὰρ αὐτοὺς Φαρνάβαζος καὶ τροφὴν ἑτοῖμος ἦν παρέχειν , καὶ ἅμα καὶ τὸ Βυζάντιον ἐπεκηρυκεύετο αὐτοῖς ἀποστῆναι .