8.75.3 ξυνώμνυσαν δὲ καὶ Σαμίων πάντες τὸν αὐτὸν ὅρκον οἱ ἐν τῇ ἡλικίᾳ , καὶ τὰ πράγματα πάντα καὶ τὰ ἀποβησόμενα ἐκ τῶν κινδύνων ξυνεκοινώσαντο οἱ στρατιῶται τοῖς Σαμίοις , νομίζοντες οὔτε ἐκείνοις ἀποστροφὴν σωτηρίας οὔτε σφίσιν εἶναι , ἀλλ’ , ἐάν τε οἱ τετρακόσιοι κρατήσωσιν ἐάν τε οἱ ἐκ Μιλήτου πολέμιοι , διαφθαρήσεσθαι .
8.76.1 ἐς φιλονικίαν τε καθέστασαν τὸν χρόνον τοῦτον οἱ μὲν τὴν πόλιν ἀναγκάζοντες δημοκρατεῖσθαι , οἱ δὲ τὸ στρατόπεδον ὀλιγαρχεῖσθαι .
8.76.2 ἐποίησαν δὲ καὶ ἐκκλησίαν εὐθὺς οἱ στρατιῶται , ἐν τοὺς μὲν προτέρους στρατηγούς , καὶ εἴ τινα τῶν τριηράρχων ὑπώπτευον , ἔπαυσαν , ἄλλους δὲ ἀνθείλοντο καὶ τριηράρχους καὶ στρατηγούς , ὧν Θρασύβουλός τε καὶ Θράσυλος ὑπῆρχον .
8.76.3 καὶ παραινέσεις ἄλλας τε ἐποιοῦντο ἐν σφίσιν αὐτοῖς ἀνιστάμενοι καὶ ὡς οὐ δεῖ ἀθυμεῖν ὅτι πόλις αὐτῶν ἀφέστηκεν · τοὺς γὰρ ἐλάσσους ἀπὸ σφῶν τῶν πλεόνων καὶ ἐς πάντα ποριμωτέρων μεθεστάναι .
8.76.4 ἐχόντων γὰρ σφῶν τὸ πᾶν ναυτικόν , τάς τε ἄλλας πόλεις ὧν ἄρχουσιν ἀναγκάσειν τὰ χρήματα ὁμοίως διδόναι καὶ εἰ ἐκεῖθεν ὡρμῶντο ( πόλιν τε γὰρ σφίσιν ὑπάρχειν Σάμον οὐκ ἀσθενῆ , ἀλλ’ παρ’ ἐλάχιστον δὴ ἦλθε τὸ Ἀθηναίων κράτος τῆς θαλάσσης , ὅτε ἐπολέμησεν , ἀφελέσθαι , τούς τε πολεμίους ἐκ τοῦ αὐτοῦ χωρίου ἀμυνεῖσθαι οὗπερ καὶ πρότερον ) , καὶ δυνατώτεροι εἶναι σφεῖς ἔχοντες τὰς ναῦς πορίζεσθαι τὰ ἐπιτήδεια τῶν ἐν τῇ πόλει .