8.74.2 καὶ καταπλευσάντων αὐτῶν εὐθέως τῶν μὲν Παράλων τινὰς οἱ τετρακόσιοι δύο τρεῖς ἔδησαν , τοὺς δὲ ἄλλους ἀφελόμενοι τὴν ναῦν καὶ μετεμβιβάσαντες ἐς ἄλλην στρατιῶτιν ναῦν ἔταξαν φρουρεῖν περὶ Εὔβοιαν .
8.74.3 δὲ Χαιρέας εὐθὺς διαλαθών πως , ὡς εἶδε τὰ παρόντα , πάλιν ἐς τὴν Σάμον ἐλθὼν ἀγγέλλει τοῖς στρατιώταις ἐπὶ τὸ μεῖζον πάντα δεινώσας τὰ ἐκ τῶν Ἀθηνῶν , ὡς πληγαῖς τε πάντας ζημιοῦσι καὶ ἀντειπεῖν ἔστιν οὐδὲν πρὸς τοὺς ἔχοντας τὴν πολιτείαν , καὶ ὅτι αὐτῶν καὶ γυναῖκες καὶ παῖδες ὑβρίζονται , καὶ διανοοῦνται , ὁπόσοι ἐν Σάμῳ στρατεύονται μὴ ὄντες τῆς σφετέρας γνώμης , τούτων πάντων τοὺς προσήκοντας λαβόντες εἴρξειν , ἵνα , ἢν μὴ ὑπακούσωσι , τεθνήκωσιν · καὶ ἄλλα πολλὰ ἐπικαταψευδόμενος ἔλεγεν .
8.75.1 οἱ δὲ ἀκούοντες ἐπὶ τοὺς τὴν ὀλιγαρχίαν μάλιστα ποιήσαντας καὶ ἔτι τῶν ἄλλων τοὺς μετασχόντας τὸ μὲν πρῶτον ὥρμησαν βάλλειν , ἔπειτα μέντοι ὑπὸ τῶν διὰ μέσου κωλυθέντες καὶ διδαχθέντες μὴ τῶν πολεμίων ἀντιπρῴρων ἐγγὺς ἐφορμούντων ἀπολέσωσι τὰ πράγματα , ἐπαύσαντο .
8.75.2 μετὰ δὲ τοῦτο λαμπρῶς ἤδη ἐς δημοκρατίαν βουλόμενοι μεταστῆσαι τὰ ἐν τῇ Σάμῳ τε Θρασύβουλος τοῦ Λύκου καὶ Θράσυλος ( οὗτοι γὰρ μάλιστα προειστήκεσαν τῆς μεταβολῆς ) ὥρκωσαν πάντας τοὺς στρατιώτας τοὺς μεγίστους ὅρκους , καὶ αὐτοὺς τοὺς ἐκ τῆς ὀλιγαρχίας μάλιστα , μὴν δημοκρατήσεσθαί τε καὶ ὁμονοήσειν καὶ τὸν πρὸς Πελοποννησίους πόλεμον προθύμως διοίσειν καὶ τοῖς τετρακοσίοις πολέμιοί τε ἔσεσθαι καὶ οὐδὲν ἐπικηρυκεύσεσθαι .