8.73.4 οἱ δὲ αἰσθόμενοι τῶν τε στρατηγῶν Λέοντι καὶ Διομέδοντι ( οὗτοι γὰρ οὐχ ἑκόντες διὰ τὸ τιμᾶσθαι ὑπὸ τοῦ δήμου ἔφερον τὴν ὀλιγαρχίαν ) τὸ μέλλον σημαίνουσι καὶ Θρασυβούλῳ καὶ Θρασύλῳ , τῷ μὲν τριηραρχοῦντι , τῷ δὲ ὁπλιτεύοντι , καὶ ἄλλοις οἳ ἐδόκουν αἰεὶ μάλιστα ἐναντιοῦσθαι τοῖς ξυνεστῶσιν · καὶ οὐκ ἠξίουν περιιδεῖν αὐτοὺς σφᾶς τε διαφθαρέντας καὶ Σάμον Ἀθηναίοις ἀλλοτριωθεῖσαν , δι’ ἣν μόνον [ μέχρι νῦν ] ἀρχὴ αὐτοῖς ἐς τοῦτο ξυνέμεινεν .
8.73.5 οἱ δὲ ἀκούσαντες τῶν τε στρατιωτῶν ἕνα ἕκαστον μετῇσαν μὴ ἐπιτρέπειν , καὶ οὐχ ἥκιστα τοὺς Παράλους , ἄνδρας Ἀθηναίους τε καὶ ἐλευθέρους πάντας ἐν τῇ νηὶ πλέοντας καὶ αἰεὶ δήποτε ὀλιγαρχίᾳ καὶ μὴ παρούσῃ ἐπικειμένους · τε Λέων καὶ Διομέδων αὐτοῖς ναῦς τινάς , ὁπότε ποι πλέοιεν , κατέλειπον φύλακας .
8.73.6 ὥστε ἐπειδὴ αὐτοῖς ἐπετίθεντο οἱ τριακόσιοι , βοηθησάντων πάντων τούτων , μάλιστα δὲ τῶν Παράλων , περιεγένοντο οἱ τῶν Σαμίων πλέονες , καὶ τριάκοντα μέν τινας ἀπέκτειναν τῶν τριακοσίων , τρεῖς δὲ τοὺς αἰτιωτάτους φυγῇ ἐζημίωσαν · τοῖς δ’ ἄλλοις οὐ μνησικακοῦντες δημοκρατούμενοι τὸ λοιπὸν ξυνεπολίτευον .
8.74.1 τὴν δὲ Πάραλον ναῦν καὶ Χαιρέαν ἐπ’ αὐτῆς τὸν Ἀρχεστράτου , ἄνδρα Ἀθηναῖον , γενόμενον ἐς τὴν μετάστασιν πρόθυμον , ἀποπέμπουσιν οἵ τε Σάμιοι καὶ οἱ στρατιῶται κατὰ τάχος ἐς τὰς Ἀθήνας ἀπαγγελοῦντα τὰ γεγενημένα · οὐ γὰρ ᾔδεσάν πω τοὺς τετρακοσίους ἄρχοντας .