8.72.1 πέμπουσι δὲ καὶ ἐς τὴν Σάμον δέκα ἄνδρας παραμυθησομένους τὸ στρατόπεδον καὶ διδάξοντας ὡς οὐκ ἐπὶ βλάβῃ τῆς πόλεως καὶ τῶν πολιτῶν ὀλιγαρχία κατέστη , ἀλλ’ ἐπὶ σωτηρίᾳ τῶν ξυμπάντων πραγμάτων , πεντακισχίλιοί τε ὅτι εἶεν καὶ οὐ τετρακόσιοι μόνον οἱ πράσσοντες · καίτοι οὐ πώποτε Ἀθηναίους διὰ τὰς στρατείας καὶ τὴν ὑπερόριον ἀσχολίαν ἐς οὐδὲν πρᾶγμα οὕτω μέγα ἐλθεῖν βουλεύσοντας ἐν πεντακισχιλίους ξυνελθεῖν .
8.72.2 ἄλλα τ’ ἐπιστείλαντες τὰ πρέποντα εἰπεῖν ἀπέπεμψαν αὐτοὺς εὐθὺς μετὰ τὴν ἑαυτῶν κατάστασιν , δείσαντες μή , ὅπερ ἐγένετο , ναυτικὸς ὄχλος οὔτ’ αὐτὸς μένειν ἐν τῷ ὀλιγαρχικῷ κόσμῳ ἐθέλῃ , σφᾶς τε μὴ ἐκεῖθεν ἀρξαμένου τοῦ κακοῦ μεταστήσωσιν .
8.73.1 ἐν γὰρ τῇ Σάμῳ ἐνεωτερίζετο ἤδη τὰ περὶ τὴν ὀλιγαρχίαν , καὶ ξυνέβη τοιάδε γενέσθαι ὑπ’ αὐτὸν τὸν χρόνον τοῦτον ὅνπερ οἱ τετρακόσιοι ξυνίσταντο .
8.73.2 οἱ γὰρ τότε τῶν Σαμίων ἐπαναστάντες τοῖς δυνατοῖς καὶ ὄντες δῆμος μεταβαλλόμενοι αὖθις καὶ πεισθέντες ὑπό τε τοῦ Πεισάνδρου , ὅτε ἦλθε , καὶ τῶν ἐν τῇ Σάμῳ ξυνεστώτων Ἀθηναίων ἐγένοντό τε ἐς τριακοσίους ξυνωμόται καὶ ἔμελλον τοῖς ἄλλοις ὡς δήμῳ ὄντι ἐπιθήσεσθαι .
8.73.3 καὶ Ὑπέρβολόν τέ τινα τῶν Ἀθηναίων , μοχθηρὸν ἄνθρωπον , ὠστρακισμένον οὐ διὰ δυνάμεως καὶ ἀξιώματος φόβον , ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως , ἀποκτείνουσι μετὰ Χαρμίνου τε ἑνὸς τῶν στρατηγῶν καί τινων τῶν παρὰ σφίσιν Ἀθηναίων , πίστιν διδόντες αὐτοῖς , καὶ ἄλλα μετ’ αὐτῶν τοιαῦτα ξυνέπραξαν , τοῖς τε πλέοσιν ὥρμηντο ἐπιτίθεσθαι .