8.71.1 δὲ νομίζων τὴν πόλιν οὐχ ἡσυχάζειν , οὐδ’ εὐθὺς οὕτω τὸν δῆμον τὴν παλαιὰν ἐλευθερίαν παραδώσειν , εἴ τε στρατιὰν πολλὴν ἴδοι σφῶν , οὐκ ἂν ἡσυχάζειν , οὐδ’ ἐν τῷ παρόντι πάνυ τι πιστεύων μὴ οὐκέτι ταράσσεσθαι αὐτούς , τοῖς μὲν ἀπὸ τῶν τετρακοσίων ἐλθοῦσιν οὐδὲν ξυμβατικὸν ἀπεκρίνατο , προσμεταπεμψάμενος δὲ ἐκ Πελοποννήσου στρατιὰν πολλὴν οὐ πολλῷ ὕστερον καὶ αὐτὸς τῇ ἐκ τῆς Δεκελείας φρουρᾷ μετὰ τῶν ἐλθόντων κατέβη πρὸς αὐτὰ τὰ τείχη τῶν Ἀθηναίων , ἐλπίσας ταραχθέντας αὐτοὺς μᾶλλον ἂν χειρωθῆναι σφίσιν βούλονται καὶ αὐτοβοεὶ ἂν διὰ τὸν ἔνδοθέν τε καὶ ἔξωθεν κατὰ τὸ εἰκὸς γενησόμενον θόρυβον · τῶν γὰρ μακρῶν τειχῶν διὰ τὴν κατ’ αὐτὰ ἐρημίαν λήψεως οὐκ ἂν ἁμαρτεῖν .
8.71.2 ὡς δὲ προσέμειξέ τε ἐγγὺς καὶ οἱ Ἀθηναῖοι τὰ μὲν ἔνδοθεν οὐδ’ ὁπωστιοῦν ἐκίνησαν , τοὺς δὲ ἱππέας ἐκπέμψαντες καὶ μέρος τι τῶν ὁπλιτῶν καὶ ψιλῶν καὶ τοξοτῶν ἄνδρας τε κατέβαλον αὐτῶν διὰ τὸ ἐγγὺς προσελθεῖν καὶ ὅπλων τινῶν καὶ νεκρῶν ἐκράτησαν , οὕτω δὴ γνοὺς ἀπήγαγε πάλιν τὴν στρατιάν .
8.71.3 καὶ αὐτὸς μὲν καὶ οἱ μετ’ αὐτοῦ κατὰ χώραν ἐν τῇ Δεκελείᾳ ἔμενον , τοὺς δ’ ἐπελθόντας ὀλίγας τινὰς ἡμέρας ἐν τῇ γῇ μείναντας ἀπέπεμψεν ἐπ’ οἴκου . μετὰ δὲ τοῦτο παρά τε τὸν Ἆγιν ἐπρεσβεύοντο οἱ τετρακόσιοι οὐδὲν ἧσσον , κἀκείνου μᾶλλον ἤδη προσδεχομένου καὶ παραινοῦντος ἐκπέμπουσι καὶ ἐς τὴν Λακεδαίμονα περὶ ξυμβάσεως πρέσβεις , βουλόμενοι διαλλαγῆναι .