8.69.4 τούτων δὲ διατεταγμένων οὕτως ἐλθόντες οἱ τετρακόσιοι μετὰ ξιφιδίου ἀφανοῦς ἕκαστος , καὶ οἱ εἴκοσι καὶ ἑκατὸν μετ’ αὐτῶν [ Ἕλληνες ] νεανίσκοι , οἷς ἐχρῶντο εἴ τί που δέοι χειρουργεῖν , ἐπέστησαν τοῖς ἀπὸ τοῦ κυάμου βουλευταῖς οὖσιν ἐν τῷ βουλευτηρίῳ καὶ εἶπον αὐτοῖς ἐξιέναι λαβοῦσι τὸν μισθόν · ἔφερον δὲ αὐτοῖς τοῦ ὑπολοίπου χρόνου παντὸς αὐτοὶ καὶ ἐξιοῦσιν ἐδίδοσαν .
8.70.1 ὡς δὲ τούτῳ τῷ τρόπῳ τε βουλὴ οὐδὲν ἀντειποῦσα ὑπεξῆλθε καὶ οἱ ἄλλοι πολῖται οὐδὲν ἐνεωτέριζον , ἀλλ’ ἡσύχαζον , οἱ [ δὲ ] τετρακόσιοι ἐσελθόντες ἐς τὸ βουλευτήριον τότε μὲν πρυτάνεις τε σφῶν αὐτῶν ἀπεκλήρωσαν καὶ ὅσα πρὸς τοὺς θεοὺς εὐχαῖς καὶ θυσίαις καθιστάμενοι ἐς τὴν ἀρχὴν ἐχρήσαντο , ὕστερον δὲ πολὺ μεταλλάξαντες τῆς τοῦ δήμου διοικήσεως ( πλὴν τοὺς φεύγοντας οὐ κατῆγον τοῦ Ἀλκιβιάδου ἕνεκα ) τά τε ἄλλα ἔνεμον κατὰ κράτος τὴν πόλιν .
8.70.2 καὶ ἄνδρας τέ τινας ἀπέκτειναν οὐ πολλούς , οἳ ἐδόκουν ἐπιτήδειοι εἶναι ὑπεξαιρεθῆναι , καὶ ἄλλους ἔδησαν , τοὺς δὲ καὶ μετεστήσαντο · πρός τε Ἆγιν τὸν Λακεδαιμονίων βασιλέα ὄντα ἐν τῇ Δεκελείᾳ ἐπεκηρυκεύοντο , λέγοντες διαλλαγῆναι βούλεσθαι καὶ εἰκὸς εἶναι αὐτὸν σφίσι καὶ οὐκέτι τῷ ἀπίστῳ δήμῳ μᾶλλον ξυγχωρεῖν .