8.68.3 παρέσχε δὲ καὶ Φρύνιχος ἑαυτὸν πάντων διαφερόντως προθυμότατον ἐς τὴν ὀλιγαρχίαν , δεδιὼς τὸν Ἀλκιβιάδην καὶ ἐπιστάμενος εἰδότα αὐτὸν ὅσα ἐν τῇ Σάμῳ πρὸς τὸν Ἀστύοχον ἔπραξε , νομίζων οὐκ ἄν ποτε αὐτὸν κατὰ τὸ εἰκὸς ὑπ’ ὀλιγαρχίας κατελθεῖν · πολύ τε πρὸς τὰ δεινά , ἐπειδήπερ ὑπέστη , φερεγγυώτατος ἐφάνη .
8.68.4 καὶ Θηραμένης τοῦ Ἅγνωνος ἐν τοῖς ξυγκαταλύουσι τὸν δῆμον πρῶτος ἦν , ἀνὴρ οὔτε εἰπεῖν οὔτε γνῶναι ἀδύνατος . ὥστε ἀπ’ ἀνδρῶν πολλῶν καὶ ξυνετῶν πραχθὲν τὸ ἔργον οὐκ ἀπεικότως καίπερ μέγα ὂν προυχώρησεν · χαλεπὸν γὰρ ἦν τὸν Ἀθηναίων δῆμον ἐπ’ ἔτει ἑκατοστῷ μάλιστα ἐπειδὴ οἱ τύραννοι κατελύθησαν ἐλευθερίας παῦσαι , καὶ οὐ μόνον μὴ ὑπήκοον ὄντα , ἀλλὰ καὶ ὑπὲρ ἥμισυ τοῦ χρόνου τούτου αὐτὸν ἄλλων ἄρχειν εἰωθότα .
8.69.1 ἐπειδὴ δὲ ἐκκλησία οὐδενὸς ἀντειπόντος , ἀλλὰ κυρώσασα ταῦτα διελύθη , τοὺς τετρακοσίους ἤδη ὕστερον τρόπῳ τοιῷδε ἐς τὸ βουλευτήριον ἐσήγαγον . ἦσαν [ δ’ ] Ἀθηναῖοι πάντες αἰεὶ οἱ μὲν ἐπὶ τείχει , οἱ δ’ ἐν τάξει , τῶν ἐν Δεκελείᾳ πολεμίων ἕνεκα ἐφ’ ὅπλοις ·
8.69.2 τῇ οὖν ἡμέρᾳ ἐκείνῃ τοὺς μὲν μὴ ξυνειδότας εἴασαν ὥσπερ εἰώθεσαν ἀπελθεῖν , τοῖς δ’ ἐν τῇ ξυνωμοσίᾳ εἴρητο ἡσυχῇ μὴ ἐπ’ αὐτοῖς τοῖς ὅπλοις , ἀλλ’ ἄπωθεν περιμένειν , καὶ ἤν τις ἐνιστῆται τοῖς ποιουμένοις , λαβόντας τὰ ὅπλα μὴ ἐπιτρέπειν .
8.69.3 ἦσαν δὲ καὶ Ἄνδριοι καὶ Τήνιοι καὶ Καρυστίων τριακόσιοι καὶ Αἰγινητῶν τῶν ἐποίκων , οὓς Ἀθηναῖοι ἔπεμψαν οἰκήσοντας , ἐπ’ αὐτὸ τοῦτο ἥκοντες ἐν τοῖς ἑαυτῶν ὅπλοις , οἷς ταὐτὰ προείρητο .