8.65.2 καὶ καταλαμβάνουσι τὰ πλεῖστα τοῖς ἑταίροις προειργασμένα . καὶ γὰρ Ἀνδροκλέα τέ τινα τοῦ δήμου μάλιστα προεστῶτα ξυστάντες τινὲς τῶν νεωτέρων κρύφα ἀποκτείνουσιν , ὅσπερ καὶ τὸν Ἀλκιβιάδην οὐχ ἥκιστα ἐξήλασε , καὶ αὐτὸν κατ’ ἀμφότερα , τῆς τε δημαγωγίας ἕνεκα καὶ οἰόμενοι τῷ Ἀλκιβιάδῃ ὡς κατιόντι καὶ τὸν Τισσαφέρνην φίλον ποιήσοντι χαριεῖσθαι , μᾶλλόν τι διέφθειραν · καὶ ἄλλους τινὰς ἀνεπιτηδείους τῷ αὐτῷ τρόπῳ κρύφα ἀνήλωσαν .
8.65.3 λόγος τε ἐκ τοῦ φανεροῦ προείργαστο αὐτοῖς ὡς οὔτε μισθοφορητέον εἴη ἄλλους τοὺς στρατευομένους οὔτε μεθεκτέον τῶν πραγμάτων πλέοσιν πεντακισχιλίοις , καὶ τούτοις οἳ ἂν μάλιστα τοῖς τε χρήμασι καὶ τοῖς σώμασιν ὠφελεῖν οἷοί τε ὦσιν .
8.66.1 ἦν δὲ τοῦτο εὐπρεπὲς πρὸς τοὺς πλείους , ἐπεὶ ἕξειν γε τὴν πόλιν οἵπερ καὶ μεθίστασαν ἔμελλον . δῆμος μέντοι ὅμως ἔτι καὶ βουλὴ ἀπὸ τοῦ κυάμου ξυνελέγετο · ἐβούλευον δὲ οὐδὲν ὅτι μὴ τοῖς ξυνεστῶσι δοκοίη , ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν καὶ τὰ ῥηθησόμενα πρότερον αὐτοῖς προύσκεπτο .
8.66.2 ἀντέλεγέ τε οὐδεὶς ἔτι τῶν ἄλλων , δεδιὼς καὶ ὁρῶν πολὺ τὸ ξυνεστηκός · εἰ δέ τις καὶ ἀντείποι , εὐθὺς ἐκ τρόπου τινὸς ἐπιτηδείου ἐτεθνήκει , καὶ τῶν δρασάντων οὔτε ζήτησις οὔτ’ εἰ ὑποπτεύοιντο δικαίωσις ἐγίγνετο , ἀλλ’ ἡσυχίαν εἶχεν δῆμος καὶ κατάπληξιν τοιαύτην ὥστε κέρδος μὴ πάσχων τι βίαιον , εἰ καὶ σιγῴη , ἐνόμιζεν .