8.66.3 καὶ τὸ ξυνεστηκὸς πολὺ πλέον ἡγούμενοι εἶναι ὅσον ἐτύγχανεν ὂν ἡσσῶντο ταῖς γνώμαις , καὶ ἐξευρεῖν αὐτὸ ἀδύνατοι ὄντες διὰ τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὴν ἀλλήλων ἀγνωσίαν οὐκ εἶχον [ αὐτοὶ ἐξευρεῖν ] .
8.66.4 κατὰ δὲ ταὐτὸ τοῦτο καὶ προσολοφύρασθαί τινι ἀγανακτήσαντα , ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα , ἀδύνατον ἦν · γὰρ ἀγνῶτα ἂν ηὗρεν ἐρεῖ γνώριμον ἄπιστον .
8.66.5 ἀλλήλοις γὰρ ἅπαντες ὑπόπτως προσῇσαν οἱ τοῦ δήμου , ὡς μετέχοντά τινα τῶν γιγνομένων . ἐνῆσαν γὰρ καὶ οὓς οὐκ ἄν ποτέ τις ᾤετο ἐς ὀλιγαρχίαν τραπέσθαι · καὶ τὸ ἄπιστον οὗτοι μέγιστον πρὸς τοὺς πολλοὺς ἐποίησαν καὶ πλεῖστα ἐς τὴν τῶν ὀλίγων ἀσφάλειαν ὠφέλησαν , βέβαιον τὴν ἀπιστίαν τῷ δήμῳ πρὸς ἑαυτὸν καταστήσαντες .
8.67.1 ἐν τούτῳ οὖν τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο . καὶ πρῶτον μὲν τὸν δῆμον ξυλλέξαντες εἶπον γνώμην δέκα ἄνδρας ἑλέσθαι ξυγγραφέας αὐτοκράτορας , τούτους δὲ ξυγγράψαντας γνώμην ἐσενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν καθ’ ὅτι ἄριστα πόλις οἰκήσεται ·
8.67.2 ἔπειτα ἐπειδὴ ἡμέρα ἐφῆκε , ξυνέκλῃσαν τὴν ἐκκλησίαν ἐς τὸν Κολωνόν ( ἔστι δὲ ἱερὸν Ποσειδῶνος ἔξω πόλεως ἀπέχον σταδίους μάλιστα δέκα ) , καὶ ἐσήνεγκαν οἱ ξυγγραφῆς ἄλλο μὲν οὐδέν , αὐτὸ δὲ τοῦτο , ἐξεῖναι μὲν Ἀθηναίων ἀνατεὶ εἰπεῖν γνώμην ἣν ἄν τις βούληται · ἢν δέ τις τὸν εἰπόντα γράψηται παρανόμων ἄλλῳ τῳ τρόπῳ βλάψῃ , μεγάλας ζημίας ἐπέθεσαν .