8.64.1 παρακελευσάμενοι οὖν τοιαῦτα τὸν μὲν Πείσανδρον εὐθὺς τότε καὶ τῶν πρέσβεων τοὺς ἡμίσεις ἀπέστελλον ἐπ’ οἴκου πράξοντας τἀκεῖ , καὶ εἴρητο αὐτοῖς τῶν ὑπηκόων πόλεων αἷς ἂν προσσχῶσιν ὀλιγαρχίαν καθιστάναι · τοὺς δ’ ἡμίσεις ἐς τἆλλα τὰ ὑπήκοα χωρία ἄλλους ἄλλῃ διέπεμπον ,
8.64.2 καὶ Διειτρέφη ὄντα περὶ Χίον , ᾑρημένον δὲ ἐς τὰ ἐπὶ Θρᾴκης ἄρχειν , ἀπέστελλον ἐπὶ τὴν ἀρχήν . καὶ ἀφικόμενος ἐς τὴν Θάσον τὸν δῆμον κατέλυσεν .
8.64.3 καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον , ὡς τῆς μὲν μετ’ Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι , τὴν δ’ ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι ·
8.64.4 καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ τοῖς Πελοποννησίοις , καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν Θάσον ἀποστῆσαι . ξυνέβη οὖν αὐτοῖς μάλιστα ἐβούλοντο , τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναντιωσόμενον δῆμον καταλελύσθαι .
8.64.5 περὶ μὲν οὖν τὴν Θάσον τἀναντία τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι τῶν Ἀθηναίων ἐγένετο , δοκεῖν δέ μοι καὶ ἐν ἄλλοις πολλοῖς τῶν ὑπηκόων · σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες .
8.65.1 οἱ δὲ ἀμφὶ τὸν Πείσανδρον παραπλέοντές τε , ὥσπερ ἐδέδοκτο , τοὺς δήμους ἐν ταῖς πόλεσι κατέλυον , καὶ ἅμα ἔστιν ἀφ’ ὧν χωρίων καὶ ὁπλίτας ἔχοντες σφίσιν αὐτοῖς ξυμμάχους ἦλθον ἐς τὰς Ἀθήνας .