8.59.1 αἱ μὲν σπονδαὶ αὗται ἐγένοντο , καὶ μετὰ ταῦτα παρεσκευάζετο Τισσαφέρνης τάς τε Φοινίσσας ναῦς ἄξων , ὥσπερ εἴρητο , καὶ τἆλλα ὅσαπερ ὑπέσχετο , καὶ ἐβούλετο παρασκευαζόμενος γοῦν δῆλος εἶναι ·
8.60.1 Βοιωτοὶ δὲ τελευτῶντος ἤδη τοῦ χειμῶνος Ὠρωπὸν εἷλον προδοσίᾳ , Ἀθηναίων ἐμφρουρούντων . ξυνέπραξαν δὲ Ἐρετριῶν τε ἄνδρες καὶ αὐτῶν Ὠρωπίων , ἐπιβουλεύοντες ἀπόστασιν τῆς Εὐβοίας · ἐπὶ γὰρ τῇ Ἐρετρίᾳ τὸ χωρίον ὂν ἀδύνατα ἦν Ἀθηναίων ἐχόντων μὴ οὐ μεγάλα βλάπτειν καὶ Ἐρέτριαν καὶ τὴν ἄλλην Εὔβοιαν .
8.60.2 ἔχοντες οὖν ἤδη τὸν Ὠρωπὸν ἀφικνοῦνται ἐς Ῥόδον οἱ Ἐρετριῆς , ἐπικαλούμενοι ἐς τὴν Εὔβοιαν τοὺς Πελοποννησίους . οἱ δὲ πρὸς τὴν τῆς Χίου κακουμένης βοήθειαν μᾶλλον ὥρμηντο , καὶ ἄραντες πάσαις ταῖς ναυσὶν ἐκ τῆς Ῥόδου ἔπλεον .
8.60.3 καὶ γενόμενοι περὶ τὸ Τριόπιον καθορῶσι τὰς τῶν Ἀθηναίων ναῦς πελαγίας ἀπὸ τῆς Χάλκης πλεούσας · καὶ ὡς οὐδέτεροι ἀλλήλοις ἐπέπλεον , ἀφικνοῦνται οἱ μὲν ἐς τὴν Σάμον , οἱ δὲ ἐς τὴν Μίλητον , καὶ ἑώρων οὐκέτι ἄνευ ναυμαχίας οἷόν τε εἶναι ἐς τὴν Χίον βοηθῆσαι . καὶ χειμὼν ἐτελεύτα οὗτος , καὶ εἰκοστὸν ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν .
8.61.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους ἅμα τῷ ἦρι εὐθὺς ἀρχομένῳ Δερκυλίδας τε ἀνὴρ Σπαρτιάτης στρατιὰν ἔχων οὐ πολλὴν παρεπέμφθη πεζῇ ἐφ’ Ἑλλησπόντου Ἄβυδον ἀποστήσων ( εἰσὶ δὲ Μιλησίων ἄποικοι ) , καὶ οἱ Χῖοι , ἐν ὅσῳ αὐτοῖς Ἀστύοχος ἠπόρει ὅπως βοηθήσοι , ναυμαχῆσαι πιεζόμενοι τῇ πολιορκίᾳ ἠναγκάσθησαν .