8.61.2 ἔτυχον δὲ ἔτι ἐν Ῥόδῳ ὄντος Ἀστυόχου ἐκ τῆς Μιλήτου Λέοντά τε ἄνδρα Σπαρτιάτην , ὃς Ἀντισθένει ἐπιβάτης ξυνεξῆλθε , τοῦτον κεκομισμένοι μετὰ τὸν Πεδαρίτου θάνατον ἄρχοντα καὶ ναῦς δώδεκα , αἳ ἔτυχον φύλακες Μιλήτου οὖσαι , ὧν ἦσαν Θούριαι πέντε καὶ Συρακόσιαι τέσσαρες καὶ μία Ἀναιῖτις καὶ μία Μιλησία καὶ Λέοντος μία .
8.61.3 ἐπεξελθόντων δὲ τῶν Χίων πανδημεὶ καὶ καταλαβόντων τι ἐρυμνὸν χωρίον καὶ τῶν νεῶν αὐτοῖς ἅμα ἓξ καὶ τριάκοντα ἐπὶ τὰς τῶν Ἀθηναίων δύο καὶ τριάκοντα ἀναγαγομένων ἐναυμάχησαν · καὶ καρτερᾶς γενομένης ναυμαχίας οὐκ ἔλασσον ἔχοντες ἐν τῷ ἔργῳ οἱ Χῖοι καὶ οἱ ξύμμαχοι ( ἤδη γὰρ καὶ ὀψὲ ἦν ) ἀνεχώρησαν ἐς τὴν πόλιν .
8.62.1 μετὰ δὲ τοῦτο εὐθὺς τοῦ Δερκυλίδου πεζῇ ἐκ τῆς Μιλήτου παρεξελθόντος Ἄβυδος ἐν τῷ Ἑλλησπόντῳ ἀφίσταται πρὸς Δερκυλίδαν καὶ Φαρνάβαζον , καὶ Λάμψακος δυοῖν ἡμέραιν ὕστερον .
8.62.2 Στρομβιχίδης δὲ ἐκ τῆς Χίου πυθόμενος κατὰ τάχος βοηθήσας ναυσὶν Ἀθηναίων τέσσαρσι καὶ εἴκοσιν , ὧν καὶ στρατιώτιδες ἦσαν ὁπλίτας ἄγουσαι , ἐπεξελθόντων τῶν Λαμψακηνῶν μάχῃ κρατήσας καὶ αὐτοβοεὶ Λάμψακον ἀτείχιστον οὖσαν ἑλών , καὶ σκεύη μὲν καὶ ἀνδράποδα ἁρπαγὴν ποιησάμενος , τοὺς δ’ ἐλευθέρους πάλιν κατοικίσας , ἐπ’ Ἄβυδον ἦλθεν .
8.62.3 καὶ ὡς οὔτε προσεχώρουν οὔτε προσβάλλων ἐδύνατο ἑλεῖν , ἐς τὸ ἀντιπέρας τῆς Ἀβύδου ἀποπλεύσας Σηστὸν πόλιν τῆς Χερσονήσου , ἥν ποτε Μῆδοι εἶχον , καθίστατο φρούριον καὶ φυλακὴν τοῦ παντὸς Ἑλλησπόντου .