8.58.1 " τρίτῳ καὶ δεκάτῳ ἔτει Δαρείου βασιλεύοντος , ἐφορεύοντος δὲ Ἀλεξιππίδα ἐν Λακεδαίμονι , ξυνθῆκαι ἐγένοντο ἐν Μαιάνδρου πεδίῳ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων πρὸς Τισσαφέρνην καὶ Ἱεραμένη καὶ τοὺς Φαρνάκου παῖδας περὶ τῶν βασιλέως πραγμάτων καὶ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων .
8.58.2 χώραν τὴν βασιλέως , ὅση τῆς Ἀσίας ἐστί , βασιλέως εἶναι · καὶ περὶ τῆς χώρας τῆς ἑαυτοῦ βουλευέτω βασιλεὺς ὅπως βούλεται .
8.58.3 Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους μὴ ἰέναι ἐπὶ χώραν τὴν βασιλέως ἐπὶ κακῷ μηδενί , μηδὲ βασιλέα ἐπὶ τὴν Λακεδαιμονίων χώραν μηδὲ τῶν ξυμμάχων ἐπὶ κακῷ μηδενί .
8.58.4 ἢν δέ τις Λακεδαιμονίων τῶν ξυμμάχων ἐπὶ κακῷ ἴῃ ἐπὶ τὴν βασιλέως χώραν , Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους κωλύειν · καὶ ἤν τις ἐκ τῆς βασιλέως ἴῃ ἐπὶ κακῷ ἐπὶ Λακεδαιμονίους τοὺς ξυμμάχους , βασιλεὺς κωλυέτω .
8.58.5 τροφὴν δὲ ταῖς ναυσὶ ταῖς νῦν παρούσαις Τισσαφέρνην παρέχειν κατὰ τὰ ξυγκείμενα μέχρι ἂν αἱ νῆες αἱ βασιλέως ἔλθωσιν ·
8.58.6 Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους , ἐπὴν αἱ βασιλέως νῆες ἀφίκωνται , τὰς ἑαυτῶν ναῦς , ἢν βούλωνται , τρέφειν ἐφ’ ἑαυτοῖς εἶναι . ἢν δὲ παρὰ Τισσαφέρνους λαμβάνειν ἐθέλωσι τὴν τροφήν , Τισσαφέρνην παρέχειν , Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους τελευτῶντος τοῦ πολέμου τὰ χρήματα Τισσαφέρνει ἀποδοῦναι ὁπόσα ἂν λάβωσιν .
8.58.7 ἐπὴν δὲ αἱ βασιλέως νῆες ἀφίκωνται , αἵ τε Λακεδαιμονίων νῆες καὶ αἱ τῶν ξυμμάχων καὶ αἱ βασιλέως κοινῇ τὸν πόλεμον πολεμούντων καθ’ ὅτι ἂν Τισσαφέρνει δοκῇ καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις . ἢν δὲ καταλύειν βούλωνται πρὸς Ἀθηναίους , ἐν ὁμοίῳ καταλύεσθαι . "