8.56.4 ᾔτει γὰρ τοσαῦτα ὑπερβάλλων Ἀλκιβιάδης , λέγων αὐτὸς ὑπὲρ παρόντος τοῦ Τισσαφέρνους , ὥστε τὸ τῶν Ἀθηναίων , καίπερ ἐπὶ πολὺ ὅτι αἰτοίη ξυγχωρούντων , ὅμως αἴτιον γενέσθαι · Ἰωνίαν τε γὰρ πᾶσαν ἠξίου δίδοσθαι καὶ αὖθις νήσους τε τὰς ἐπικειμένας καὶ ἄλλα , οἷς οὐκ ἐναντιουμένων τῶν Ἀθηναίων τέλος ἐν τῇ τρίτῃ ἤδη ξυνόδῳ , δείσας μὴ πάνυ φωραθῇ ἀδύνατος ὤν , ναῦς ἠξίου ἐᾶν βασιλέα ποιεῖσθαι καὶ παραπλεῖν τὴν ἑαυτοῦ γῆν ὅπῃ ἂν καὶ ὅσαις ἂν βούληται . ἐνταῦθα δὴ οὐκέτι . . . ἀλλ’ ἄπορα νομίσαντες οἱ Ἀθηναῖοι καὶ ὑπὸ τοῦ Ἀλκιβιάδου ἐξηπατῆσθαι , δι’ ὀργῆς ἀπελθόντες κομίζονται ἐς τὴν Σάμον .
8.57.1 Τισσαφέρνης δὲ εὐθὺς μετὰ ταῦτα καὶ ἐν τῷ αὐτῷ χειμῶνι παρέρχεται ἐς τὴν Καῦνον , βουλόμενος τοὺς Πελοποννησίους πάλιν τε κομίσαι ἐς τὴν Μίλητον καὶ ξυνθήκας ἔτι ἄλλας ποιησάμενος , ἃς ἂν δύνηται , τροφήν τε παρέχειν καὶ μὴ παντάπασιν ἐκπεπολεμῶσθαι , δεδιὼς μή , ἢν ἀπορῶσι πολλαῖς ναυσὶ τῆς τροφῆς , τοῖς Ἀθηναίοις ἀναγκασθέντες ναυμαχεῖν ἡσσηθῶσιν κενωθεισῶν τῶν νεῶν ἄνευ ἑαυτοῦ γένηται τοῖς Ἀθηναίοις βούλονται . ἔτι δὲ ἐφοβεῖτο μάλιστα μὴ τῆς τροφῆς ζητήσει πορθήσωσι τὴν ἤπειρον .
8.57.2 πάντων οὖν τούτων λογισμῷ καὶ προνοίᾳ , ὥσπερ ἐβούλετο ἐπανισοῦν τοὺς Ἕλληνας πρὸς ἀλλήλους , μεταπεμψάμενος οὖν τοὺς Πελοποννησίους τροφήν τε αὐτοῖς δίδωσι καὶ σπονδὰς τρίτας τάσδε σπένδεται .