8.46.3 ἐπιτηδειοτέρους τε ἔφη τοὺς Ἀθηναίους εἶναι κοινωνοὺς αὐτῷ τῆς ἀρχῆς · ἧσσον γὰρ τῶν κατὰ γῆν ἐφίεσθαι , τὸν λόγον τε ξυμφορώτατον καὶ τὸ ἔργον ἔχοντας πολεμεῖν · τοὺς μὲν γὰρ ξυγκαταδουλοῦν ἂν σφίσι τε αὐτοῖς τὸ τῆς θαλάσσης μέρος καὶ ἐκείνῳ ὅσοι ἐν τῇ βασιλέως Ἕλληνες οἰκοῦσι , τοὺς δὲ τοὐναντίον ἐλευθερώσοντας ἥκειν , καὶ οὐκ εἰκὸς εἶναι Λακεδαιμονίους ἀπὸ μὲν σφῶν τῶν Ἑλλήνων ἐλευθεροῦν νῦν τοὺς Ἕλληνας , ἀπὸ δ’ ἐκείνων [ τῶν βαρβάρων ] , ἢν μή ποτε αὐτοὺς μὴ ἐξέλωσι , μὴ ἐλευθερῶσαι .
8.46.4 τρίβειν οὖν ἐκέλευε πρῶτον ἀμφοτέρους , καὶ ἀποτεμόμενον ὡς μέγιστα ἀπὸ τῶν Ἀθηναίων ἔπειτ’ ἤδη τοὺς Πελοποννησίους ἀπαλλάξαι ἐκ τῆς χώρας .
8.46.5 καὶ διενοεῖτο τὸ πλέον οὕτως Τισσαφέρνης , ὅσα γε ἀπὸ τῶν ποιουμένων ἦν εἰκάσαι . τῷ γὰρ Ἀλκιβιάδῃ διὰ ταῦτα ὡς εὖ περὶ τούτων παραινοῦντι προσθεὶς ἑαυτὸν ἐς πίστιν τήν τε τροφὴν κακῶς ἐπόριζε τοῖς Πελοποννησίοις καὶ ναυμαχεῖν οὐκ εἴα , ἀλλὰ καὶ τὰς Φοινίσσας φάσκων ναῦς ἥξειν καὶ ἐκ περιόντος ἀγωνιεῖσθαι ἔφθειρε τὰ πράγματα καὶ τὴν ἀκμὴν τοῦ ναυτικοῦ αὐτῶν ἀφείλετο γενομένην καὶ πάνυ ἰσχυράν , τά τε ἄλλα καταφανέστερον ὥστε λανθάνειν οὐ προθύμως ξυνεπολέμει .