8.45.3 καὶ τοὺς τριηράρχους καὶ τοὺς στρατηγοὺς τῶν πόλεων ἐδίδασκεν [ ὥστε ] δόντα χρήματα αὐτὸν πεῖσαι , ὥστε ξυγχωρῆσαι ταῦτα ἑαυτῷ πλὴν τῶν Συρακοσίων · τούτων δὲ Ἑρμοκράτης ἠναντιοῦτο μόνος ὑπὲρ τοῦ παντὸς ξυμμαχικοῦ .
8.45.4 τάς τε πόλεις δεομένας χρημάτων ἀπήλασεν αὐτὸς ἀντιλέγων ὑπὲρ τοῦ Τισσαφέρνους ὡς οἱ μὲν Χῖοι ἀναίσχυντοι εἶεν πλουσιώτατοι ὄντες τῶν Ἑλλήνων , ἐπικουρίᾳ δ’ ὅμως σῳζόμενοι ἀξιοῦσι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασιν ἄλλους ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας κινδυνεύειν ·
8.45.5 τὰς δ’ ἄλλας πόλεις ἔφη ἀδικεῖν , αἳ ἐς Ἀθηναίους πρότερον ἀποστῆναι ἀνήλουν , εἰ μὴ καὶ νῦν καὶ τοσαῦτα καὶ ἔτι πλείω ὑπὲρ σφῶν αὐτῶν ἐθελήσουσιν ἐσφέρειν .
8.45.6 τόν τε Τισσαφέρνην ἀπέφαινε νῦν μέν , τοῖς ἰδίοις χρήμασι πολεμοῦντα , εἰκότως φειδόμενον , ἢν δέ ποτε τροφὴ καταβῇ παρὰ βασιλέως , ἐντελῆ αὐτοῖς ἀποδώσειν τὸν μισθὸν καὶ τὰς πόλεις τὰ εἰκότα ὠφελήσειν .
8.46.1 παρῄνει δὲ καὶ τῷ Τισσαφέρνει μὴ ἄγαν ἐπείγεσθαι τὸν πόλεμον διαλῦσαι , μηδὲ βουληθῆναι κομίσαντα ναῦς Φοινίσσας ἅσπερ παρεσκευάζετο Ἕλλησι πλέοσι μισθὸν πορίζοντα τοῖς αὐτοῖς τῆς τε γῆς καὶ τῆς θαλάσσης τὸ κράτος δοῦναι , ἔχειν δ’ ἀμφοτέρους ἐᾶν δίχα τὴν ἀρχήν , καὶ βασιλεῖ ἐξεῖναι αἰεὶ ἐπὶ τοὺς αὐτῷ λυπηροὺς τοὺς ἑτέρους ἐπάγειν .
8.46.2 γενομένης δ’ ἂν καθ’ ἓν τῆς ἐς γῆν καὶ θάλασσαν ἀρχῆς ἀπορεῖν ἂν αὐτὸν οἷς τοὺς κρατοῦντας ξυγκαθαιρήσει , ἢν μὴ αὐτὸς βούληται μεγάλῃ δαπάνῃ καὶ κινδύνῳ ἀναστάς ποτε διαγωνίσασθαι . εὐτελέστερα δὲ τάδ’ εἶναι , βραχεῖ μορίῳ τῆς δαπάνης καὶ ἅμα μετὰ τῆς ἑαυτοῦ ἀσφαλείας αὐτοὺς περὶ ἑαυτοὺς τοὺς Ἕλληνας κατατρῖψαι .