8.47.1 δὲ Ἀλκιβιάδης ταῦτα ἅμα μὲν τῷ Τισσαφέρνει καὶ [ τῷ ] βασιλεῖ , ὢν παρ’ ἐκείνοις , ἄριστα εἶναι νομίζων παρῄνει , ἅμα δὲ τὴν ἑαυτοῦ κάθοδον ἐς τὴν πατρίδα ἐπιθεραπεύων , εἰδώς , εἰ μὴ διαφθερεῖ αὐτήν , ὅτι ἔσται ποτὲ αὐτῷ πείσαντι κατελθεῖν · πεῖσαι δ’ ἂν ἐνόμιζε μάλιστα ἐκ τοῦ τοιούτου , εἰ Τισσαφέρνης φαίνοιτο αὐτῷ ἐπιτήδειος ὤν · ὅπερ καὶ ἐγένετο .
8.47.2 ἐπειδὴ γὰρ ᾔσθοντο αὐτὸν ἰσχύοντα παρ’ αὐτῷ οἱ ἐν τῇ Σάμῳ Ἀθηναίων στρατιῶται , τὰ μὲν καὶ Ἀλκιβιάδου προσπέμψαντος λόγους ἐς τοὺς δυνατωτάτους αὐτῶν ἄνδρας ὥστε μνησθῆναι περὶ αὐτοῦ ἐς τοὺς βελτίστους τῶν ἀνθρώπων ὅτι ἐπ’ ὀλιγαρχίᾳ βούλεται καὶ οὐ πονηρίᾳ οὐδὲ δημοκρατίᾳ τῇ αὐτὸν ἐκβαλούσῃ κατελθὼν καὶ παρασχὼν Τισσαφέρνην φίλον αὐτοῖς ξυμπολιτεύειν , τὸ δὲ πλέον καὶ ἀπὸ σφῶν αὐτῶν οἱ ἐν τῇ Σάμῳ τριήραρχοί τε τῶν Ἀθηναίων καὶ δυνατώτατοι ὥρμηντο ἐς τὸ καταλῦσαι τὴν δημοκρατίαν .
8.48.1 καὶ ἐκινήθη πρότερον ἐν τῷ στρατοπέδῳ τοῦτο καὶ ἐς τὴν πόλιν ἐντεῦθεν ὕστερον ἦλθεν . τῷ τε Ἀλκιβιάδῃ διαβάντες τινὲς ἐκ τῆς Σάμου ἐς λόγους ἦλθον , καὶ ὑποτείνοντος αὐτοῦ Τισσαφέρνην μὲν πρῶτον , ἔπειτα δὲ καὶ βασιλέα φίλον ποιήσειν , εἰ μὴ δημοκρατοῖντο ( οὕτω γὰρ ἂν πιστεῦσαι μᾶλλον βασιλέα ) , πολλὰς ἐλπίδας εἶχον αὐτοί θ’ ἑαυτοῖς οἱ δυνατώτατοι τῶν πολιτῶν τὰ πράγματα , οἵπερ καὶ ταλαιπωροῦνται μάλιστα , ἐς ἑαυτοὺς περιποιήσειν καὶ τῶν πολεμίων ἐπικρατήσειν .