8.34.1 ἐν τούτῳ δὲ καὶ τῶν Ἀθηναίων στρατιὰ ταῖς ναυσὶν ἐκ τοῦ Κωρύκου περιπλέουσα κατ’ Ἀργῖνον ἐπιτυγχάνει τρισὶ ναυσὶ τῶν Χίων μακραῖς , καὶ ὡς εἶδον , ἐδίωκον · καὶ χειμών τε μέγας ἐπιγίγνεται καὶ αἱ μὲν τῶν Χίων μόλις καταφεύγουσιν ἐς τὸν λιμένα , αἱ δὲ τῶν Ἀθηναίων αἱ μὲν μάλιστα ὁρμήσασαι τρεῖς διαφθείρονται καὶ ἐκπίπτουσι πρὸς τὴν πόλιν τῶν Χίων , καὶ ἄνδρες οἱ μὲν ἁλίσκονται , οἱ δ’ ἀποθνῄσκουσιν , αἱ δ’ ἄλλαι καταφεύγουσιν ἐς τὸν ὑπὸ τῷ Μίμαντι λιμένα Φοινικοῦντα καλούμενον . ἐντεῦθεν δ’ ὕστερον ἐς τὴν Λέσβον καθορμισάμενοι παρεσκευάζοντο ἐς τὸν τειχισμόν .
8.35.1 ἐκ δὲ τῆς Πελοποννήσου τοῦ αὐτοῦ χειμῶνος Ἱπποκράτης Λακεδαιμόνιος ἐκπλεύσας δέκα μὲν Θουρίαις ναυσίν , ὧν ἦρχε Δωριεὺς Διαγόρου τρίτος αὐτός , μιᾷ δὲ Λακωνικῇ , μιᾷ δὲ Συρακοσίᾳ , καταπλεῖ ἐς Κνίδον · δ’ ἀφειστήκει ἤδη ὑπὸ Τισσαφέρνους .
8.35.2 καὶ αὐτοὺς οἱ ἐν τῇ Μιλήτῳ , ὡς ᾔσθοντο , ἐκέλευον ταῖς μὲν ἡμισείαις τῶν νεῶν Κνίδον φυλάσσειν , ταῖς δὲ περὶ Τριόπιον οὔσαις τὰς ἀπ’ Αἰγύπτου ὁλκάδας προσβαλλούσας ξυλλαμβάνειν · ἔστι δὲ τὸ Τριόπιον ἄκρα τῆς Κνιδίας προύχουσα , Ἀπόλλωνος ἱερόν .
8.35.3 πυθόμενοι δὲ οἱ Ἀθηναῖοι καὶ πλεύσαντες ἐκ τῆς Σάμου λαμβάνουσι τὰς ἐπὶ τῷ Τριοπίῳ φρουρούσας ἓξ ναῦς · οἱ δ’ ἄνδρες ἀποφεύγουσιν ἐξ αὐτῶν . καὶ μετὰ τοῦτο ἐς τὴν Κνίδον καταπλεύσαντες καὶ προσβαλόντες τῇ πόλει ἀτειχίστῳ οὔσῃ ὀλίγου εἷλον .