8.32.3 ἐπαγγελλομένων δέ τινων Λεσβίων τὴν ἀπόστασιν , προσφέρει τῷ τε Πεδαρίτῳ καὶ τοῖς Χίοις Ἀστύοχος τὸν λόγον ὡς χρὴ παραγενομένους ταῖς ναυσὶν ἀποστῆσαι τὴν λέσβον · γὰρ ξυμμάχους πλείους σφᾶς ἕξειν , τοὺς Ἀθηναίους , ἤν τι σφάλλωνται , κακώσειν . οἱ δ’ οὐκ ἐσήκουον , οὐδὲ τὰς ναῦς Πεδάριτος ἔφη τῶν Χίων αὐτῷ προήσειν .
8.33.1 κἀκεῖνος λαβὼν τάς τε τῶν Κορινθίων πέντε καὶ ἕκτην Μεγαρίδα καὶ μίαν Ἑρμιονίδα καὶ ἃς αὐτὸς Λακωνικὰς ἔχων ἦλθεν , ἔπλει ἐπὶ τῆς Μιλήτου πρὸς τὴν ναυαρχίαν , πολλὰ ἀπειλήσας τοῖς Χίοις μὴν μὴ ἐπιβοηθήσειν , ἤν τι δέωνται .
8.33.2 καὶ προσβαλὼν Κωρύκῳ τῆς Ἐρυθραίας ἐνηυλίσατο . οἱ δ’ ἀπὸ τῆς Σάμου Ἀθηναῖοι ἐπὶ τὴν Χίον πλέοντες τῇ στρατιᾷ καὶ αὐτοὶ ἐκ τοῦ ἐπὶ θάτερα λόφου διείργοντο καὶ καθωρμίσαντο καὶ ἐλελήθεσαν ἀλλήλους .
8.33.3 ἐλθούσης δὲ παρὰ Πεδαρίτου ὑπὸ νύκτα ἐπιστολῆς ὡς Ἐρυθραίων ἄνδρες αἰχμάλωτοι ἐκ Σάμου ἐπὶ προδοσίᾳ ἐς Ἐρυθρὰς ἥκουσιν ἀφειμένοι , ἀνάγεται Ἀστύοχος εὐθὺς ἐς τὰς Ἐρυθρὰς πάλιν , καὶ παρὰ τοσοῦτον ἐγένετο αὐτῷ μὴ περιπεσεῖν τοῖς Ἀθηναίοις .
8.33.4 διαπλεύσας δὲ καὶ Πεδάριτος πρὸς αὐτόν , καὶ ἀναζητήσαντες τὰ περὶ τῶν δοκούντων προδιδόναι , ὡς ηὗρον ἅπαν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐκ τῆς Σάμου προφασισθέν , ἀπολύσαντες τῆς αἰτίας ἀπέπλευσαν μὲν ἐς τὴν Χίον , δὲ ἐς τὴν Μίλητον ἐκομίσθη , ὥσπερ διενοεῖτο .