8.35.4 τῇ δ’ ὑστεραίᾳ αὖθις προσέβαλλον , καὶ ὡς ἄμεινον φαρξαμένων αὐτῶν ὑπὸ νύκτα καὶ ἐπεσελθόντων αὐτοῖς τῶν ἀπὸ τοῦ Τριοπίου ἐκ τῶν νεῶν διαφυγόντων οὐκέθ’ ὁμοίως ἔβλαπτον , ἀπελθόντες καὶ δῃώσαντες τὴν τῶν Κνιδίων γῆν ἐς τὴν Σάμον ἀπέπλευσαν .
8.36.1 ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀστυόχου ἥκοντος ἐς τὴν Μίλητον ἐπὶ τὸ ναυτικὸν οἱ Πελοποννήσιοι εὐπόρως ἔτι εἶχον ἅπαντα τὰ κατὰ τὸ στρατόπεδον · καὶ γὰρ μισθὸς ἐδίδοτο ἀρκούντως καὶ τὰ ἐκ τῆς Ἰάσου μεγάλα χρήματα διαρπασθέντα ὑπῆν τοῖς στρατιώταις , οἵ τε Μιλήσιοι προθύμως τὰ τοῦ πολέμου ἔφερον .
8.36.2 πρὸς δὲ τὸν Τισσαφέρνην ἐδόκουν ὅμως τοῖς Πελοποννησίοις αἱ πρῶται ξυνθῆκαι αἱ πρὸς Χαλκιδέα γενόμεναι ἐνδεεῖς εἶναι καὶ οὐ πρὸς σφῶν μᾶλλον , καὶ ἄλλας ἔτι Θηριμένους παρόντος ἐποίουν · καὶ εἰσὶν αἵδε .
8.37.1 " ξυνθῆκαι Λακεδαιμονίων καὶ τῶν ξυμμάχων πρὸς βασιλέα Δαρεῖον καὶ τοὺς παῖδας τοὺς βασιλέως καὶ Τισσαφέρνην , σπονδὰς εἶναι καὶ φιλίαν κατὰ τάδε .
8.37.2 ὁπόση χώρα καὶ πόλεις βασιλέως εἰσὶ Δαρείου τοῦ πατρὸς ἦσαν τῶν προγόνων , ἐπὶ ταύτας μὴ ἰέναι ἐπὶ πολέμῳ μηδὲ κακῷ μηδενὶ μήτε Λακεδαιμονίους μήτε τοὺς ξυμμάχους τοὺς Λακεδαιμονίων , μηδὲ φόρους πράσσεσθαι ἐκ τῶν πόλεων τούτων μήτε Λακεδαιμονίους μήτε τοὺς ξυμμάχους τοὺς Λακεδαιμονίων · μηδὲ Δαρεῖον βασιλέα μηδὲ ὧν βασιλεὺς ἄρχει ἐπὶ Λακεδαιμονίους μηδὲ τοὺς ξυμμάχους ἰέναι ἐπὶ πολέμῳ μηδὲ κακῷ μηδενί .
8.37.3 ἢν δέ τι δέωνται Λακεδαιμόνιοι οἱ ξύμμαχοι βασιλέως βασιλεὺς Λακεδαιμονίων τῶν ξυμμάχων , ὅτι ἂν πείθωσιν ἀλλήλους , τοῦτο ποιοῦσι καλῶς ἔχειν .