8.31.2 καὶ προσβαλὼν Πτελεῷ καὶ οὐχ ἑλὼν παρέπλευσεν ἐπὶ Κλαζομενὰς καὶ ἐκέλευεν αὐτῶν τοὺς τὰ Ἀθηναίων φρονοῦντας ἀνοικίζεσθαι ἐς τὸν Δαφνοῦντα καὶ προσχωρεῖν σφίσιν · ξυνεκέλευε δὲ καὶ Τάμως Ἰωνίας ὕπαρχος ὤν .
8.31.3 ὡς δ’ οὐκ ἐσήκουον , προσβολὴν ποιησάμενος τῇ πόλει οὔσῃ ἀτειχίστῳ καὶ οὐ δυνάμενος ἑλεῖν , ἀπέπλευσεν ἀνέμῳ μεγάλῳ αὐτὸς μὲν ἐς Φώκαιαν καὶ Κύμην , αἱ δὲ ἄλλαι νῆες κατῆραν ἐς τὰς ἐπικειμένας ταῖς Κλαζομεναῖς νήσους , Μαραθοῦσσαν καὶ Πήλην καὶ Δρυμοῦσσαν .
8.31.4 καὶ ὅσα ὑπεξέκειτο αὐτόθι τῶν Κλαζομενίων , ἡμέρας ἐμμείναντες διὰ τοὺς ἀνέμους ὀκτὼ τὰ μὲν διήρπασαν καὶ ἀνήλωσαν , τὰ δὲ ἐσβαλόμενοι ἀπέπλευσαν ἐς Φώκαιαν καὶ Κύμην ὡς Ἀστύοχον .
8.32.1 ὄντος δ’ αὐτοῦ ἐνταῦθα Λεσβίων ἀφικνοῦνται πρέσβεις βουλόμενοι αὖθις ἀποστῆναι · καὶ αὐτὸν μὲν πείθουσιν , ὡς δ’ οἵ τε Κορίνθιοι καὶ οἱ ἄλλοι ξύμμαχοι ἀπρόθυμοι ἦσαν διὰ τὸ πρότερον σφάλμα , ἄρας ἔπλει ἐπὶ τῆς Χίου . καὶ χειμασθεισῶν τῶν νεῶν ὕστερον ἀφικνοῦνται ἄλλαι ἄλλοθεν ἐς τὴν Χίον .
8.32.2 καὶ μετὰ τοῦτο Πεδάριτος , τότε παριὼν πεζῇ ἐκ τῆς Μιλήτου , γενόμενος ἐν Ἐρυθραῖς διαπεραιοῦται αὐτός τε καὶ στρατιὰ ἐς Χίον · ὑπῆρχον δὲ αὐτῷ καὶ ἐκ τῶν πέντε νεῶν στρατιῶται ὑπὸ Χαλκιδέως ἐς πεντακοσίους ξὺν ὅπλοις καταλειφθέντες .