8.26.1 ἐν τούτῳ δὲ περὶ δείλην ἤδη ὀψίαν ἀγγέλλεται αὐτοῖς τὰς ἀπὸ Πελοποννήσου καὶ Σικελίας πέντε καὶ πεντήκοντα ναῦς ὅσον οὐ παρεῖναι . τῶν τε γὰρ Σικελιωτῶν , Ἑρμοκράτους τοῦ Συρακοσίου μάλιστα ἐνάγοντος ξυνεπιλαβέσθαι καὶ τῆς ὑπολοίπου Ἀθηναίων καταλύσεως , εἴκοσι νῆες Συρακοσίων ἦλθον καὶ Σελινούντιαι δύο , αἵ τε ἐκ Πελοποννήσου , ἃς παρεσκευάζοντο , ἑτοῖμαι ἤδη οὖσαι · καὶ Θηριμένει τῷ Λακεδαιμονίῳ ξυναμφότεραι ὡς Ἀστύοχον τὸν ναύαρχον προσταχθεῖσαι κομίσαι , κατέπλευσαν ἐς Λέρον πρῶτον τὴν πρὸ Μιλήτου νῆσον ·
8.26.2 ἔπειτα ἐκεῖθεν αἰσθόμενοι ἐπὶ Μιλήτῳ ὄντας Ἀθηναίους ἐς τὸν Ἰασικὸν κόλπον πρότερον πλεύσαντες ἐβούλοντο εἰδέναι τὰ περὶ τῆς Μιλήτου .
8.26.3 ἐλθόντος δὲ Ἀλκιβιάδου ἵππῳ ἐς Τειχιοῦσσαν τῆς Μιλησίας , οἷπερ τοῦ κόλπου πλεύσαντες ηὐλίσαντο , πυνθάνονται τὰ περὶ τῆς μάχης ( παρῆν γὰρ Ἀλκιβιάδης καὶ ξυνεμάχετο τοῖς Μιλησίοις καὶ Τισσαφέρνει ) , καὶ αὐτοῖς παρῄνει , εἰ μὴ βούλονται τά τε ἐν Ἰωνίᾳ καὶ τὰ ξύμπαντα πράγματα διολέσαι , ὡς τάχιστα βοηθεῖν Μιλήτῳ καὶ μὴ περιιδεῖν ἀποτειχισθεῖσαν .
8.27.1 καὶ οἱ μὲν ἅμα τῇ ἕῳ ἔμελλον βοηθήσειν · Φρύνιχος δὲ τῶν Ἀθηναίων στρατηγός , ὡς ἀπὸ τῆς Λέρου ἐπύθετο τὰ τῶν νεῶν σαφῶς , βουλομένων τῶν ξυναρχόντων ὑπομείναντας διαναυμαχεῖν , οὐκ ἔφη οὔτ’ αὐτὸς ποιήσειν τοῦτο οὔτ’ ἐκείνοις οὐδ’ ἄλλῳ οὐδενὶ ἐς δύναμιν ἐπιτρέψειν .
8.27.2 ὅπου γὰρ [ ἔξεστιν ] ἐν ὑστέρῳ σαφῶς εἰδότας πρὸς ὁπόσας τε ναῦς πολεμίας καὶ ὅσαις πρὸς αὐτὰς ταῖς σφετέραις ἱκανῶς καὶ καθ’ ἡσυχίαν παρασκευασαμένοις ἔσται ἀγωνίσασθαι , οὐδέποτε τῷ αἰσχρῷ ὀνείδει εἴξας ἀλόγως διακινδυνεύσειν .