8.25.1 ἐκ δὲ τῶν Ἀθηνῶν τοῦ αὐτοῦ θέρους τελευτῶντος χίλιοι ὁπλῖται Ἀθηναίων καὶ πεντακόσιοι καὶ χίλιοι Ἀργείων ( τοὺς γὰρ πεντακοσίους τῶν Ἀργείων ψιλοὺς ὄντας ὥπλισαν οἱ Ἀθηναῖοι ) καὶ χίλιοι τῶν ξυμμάχων ναυσὶ δυοῖν δεούσαις πεντήκοντα , ὧν ἦσαν καὶ ὁπλιταγωγοί , Φρυνίχου καὶ Ὀνομακλέους καὶ Σκιρωνίδου στρατηγούντων κατέπλευσαν ἐς Σάμον , καὶ διαβάντες ἐς Μίλητον ἐστρατοπεδεύσαντο .
8.25.2 Μιλήσιοι δὲ ἐξελθόντες αὐτοί τε , ὀκτακόσιοι ὁπλῖται , καὶ οἱ μετὰ Χαλκιδέως ἐλθόντες Πελοποννήσιοι καὶ Τισσαφέρνους τι [ ξενικὸν ] ἐπικουρικόν , καὶ αὐτὸς Τισσαφέρνης παρὼν καὶ ἵππος αὐτοῦ , ξυνέβαλον τοῖς Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις .
8.25.3 καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ προεξᾴξαντες καὶ καταφρονήσαντες , ὡς ἐπ’ Ἴωνάς τε καὶ οὐ δεξομένους ἀτακτότερον χωροῦντες , νικῶνται ὑπὸ τῶν Μιλησίων καὶ διαφθείρονται αὐτῶν ὀλίγῳ ἐλάσσους τριακοσίων ἀνδρῶν ·
8.25.4 Ἀθηναῖοι δὲ τούς τε Πελοποννησίους πρώτους νικήσαντες καὶ τοὺς βαρβάρους καὶ τὸν ἄλλον ὄχλον ὠσάμενοι , τοῖς Μιλησίοις οὐ ξυμμείξαντες , ἀλλ’ ὑποχωρησάντων αὐτῶν ἀπὸ τῆς τῶν Ἀργείων τροπῆς ἐς τὴν πόλιν ὡς ἑώρων τὸ ἄλλο σφῶν ἡσσώμενον , πρὸς αὐτὴν τὴν πόλιν τῶν Μιλησίων κρατοῦντες ἤδη τὰ ὅπλα τίθενται .
8.25.5 καὶ ξυνέβη ἐν τῇ μάχῃ ταύτῃ τοὺς Ἴωνας ἀμφοτέρωθεν τῶν Δωριῶν κρατῆσαι · τούς τε γὰρ κατὰ σφᾶς Πελοποννησίους οἱ Ἀθηναῖοι ἐνίκων καὶ τοὺς Ἀργείους οἱ Μιλήσιοι . στήσαντες δὲ τροπαῖον τὸν περιτειχισμὸν ἰσθμώδους ὄντος τοῦ χωρίου οἱ Ἀθηναῖοι παρεσκευάζοντο , νομίζοντες , εἰ προσαγάγοιντο Μίλητον , ῥᾳδίως ἂν σφίσι καὶ τἆλλα προσχωρῆσαι .