8.27.3 οὐ γὰρ αἰσχρὸν εἶναι Ἀθηναίους ναυτικῷ μετὰ καιροῦ ὑποχωρῆσαι , ἀλλὰ καὶ μετὰ ὁτουοῦν τρόπου αἴσχιον ξυμβήσεσθαι ἢν ἡσσηθῶσιν · καὶ τὴν πόλιν οὐ μόνον τῷ αἰσχρῷ , ἀλλὰ καὶ τῷ μεγίστῳ κινδύνῳ περιπίπτειν , μόλις ἐπὶ ταῖς γεγενημέναις ξυμφοραῖς ἐνδέχεσθαι μετὰ βεβαίου παρασκευῆς καθ’ ἑκουσίαν , πάνυ γε ἀνάγκῃ , προτέρᾳ ποι ἐπιχειρεῖν , που δὴ μὴ βιαζομένῃ γε πρὸς αὐθαιρέτους κινδύνους ἰέναι .
8.27.4 ὡς τάχιστα δὲ ἐκέλευε τούς τε τραυματίας ἀναλαβόντας καὶ τὸν πεζὸν καὶ τῶν σκευῶν ὅσα ἦλθον ἔχοντες , δ’ ἐκ τῆς πολεμίας εἰλήφασι καταλιπόντας ὅπως κοῦφαι ὦσιν αἱ νῆες , ἀποπλεῖν ἐς Σάμον , κἀκεῖθεν ἤδη ξυναγαγόντας πάσας τὰς ναῦς τοὺς ἐπίπλους , ἤν που καιρὸς , ποιεῖσθαι .
8.27.5 ὡς δὲ ἔπεισε , καὶ ἔδρασε ταῦτα · καὶ ἔδοξεν οὐκ ἐν τῷ αὐτίκα μᾶλλον ὕστερον , οὐκ ἐς τοῦτο μόνον , ἀλλὰ καὶ ἐς ὅσα ἄλλα Φρύνιχος κατέστη , οὐκ ἀξύνετος εἶναι .
8.27.6 καὶ οἱ μὲν Ἀθηναῖοι ἀφ’ ἑσπέρας εὐθὺς τούτῳ τῷ τρόπῳ ἀτελεῖ τῇ νίκῃ ἀπὸ τῆς Μιλήτου ἀνέστησαν , καὶ οἱ Ἀργεῖοι κατὰ τάχος καὶ πρὸς ὀργὴν τῆς ξυμφορᾶς ἀπέπλευσαν ἐκ τῆς Σάμου ἐπ’ οἴκου ·
8.28.1 οἱ δὲ Πελοποννήσιοι ἅμα τῇ ἕῳ ἐκ τῆς Τειχιούσσης ἄραντες ἐπικατάγονται , καὶ μείναντες ἡμέραν μίαν τῇ ὑστεραίᾳ καὶ τὰς Χίας ναῦς προσλαβόντες τὰς μετὰ Χαλκιδέως τὸ πρῶτον ξυγκαταδιωχθείσας ἐβούλοντο πλεῦσαι ἐπὶ τὰ σκεύη ἐξείλοντο ἐς Τειχιοῦσσαν πάλιν .