8.24.3 καὶ ἔν τε Καρδαμύλῃ ἀποβάντες καὶ ἐν Βολίσκῳ τοὺς προσβοηθήσαντας τῶν Χίων μάχῃ νικήσαντες καὶ πολλοὺς διαφθείραντες ἀνάστατα ἐποίησαν τὰ ταύτῃ χωρία , καὶ ἐν Φάναις αὖθις ἄλλῃ μάχῃ ἐνίκησαν καὶ τρίτῃ ἐν Λευκωνίῳ . καὶ μετὰ τοῦτο οἱ μὲν Χῖοι ἤδη οὐκέτι ἐπεξῇσαν , οἱ δὲ τὴν χώραν καλῶς κατεσκευασμένην καὶ ἀπαθῆ οὖσαν ἀπὸ τῶν Μηδικῶν μέχρι τότε διεπόρθησαν .
8.24.4 Χῖοι γὰρ μόνοι μετὰ Λακεδαιμονίους ὧν ἐγὼ ᾐσθόμην ηὐδαιμόνησάν τε ἅμα καὶ ἐσωφρόνησαν , καὶ ὅσῳ ἐπεδίδου πόλις αὐτοῖς ἐπὶ τὸ μεῖζον , τόσῳ δὲ καὶ ἐκοσμοῦντο ἐχυρώτερον .
8.24.5 καὶ οὐδ’ αὐτὴν τὴν ἀπόστασιν , εἰ τοῦτο δοκοῦσι παρὰ τὸ ἀσφαλέστερον πρᾶξαι , πρότερον ἐτόλμησαν ποιήσασθαι μετὰ πολλῶν τε καὶ ἀγαθῶν ξυμμάχων ἔμελλον ξυγκινδυνεύσειν καὶ τοὺς Ἀθηναίους ᾐσθάνοντο οὐδ’ αὐτοὺς ἀντιλέγοντας ἔτι μετὰ τὴν Σικελικὴν ξυμφορὰν ὡς οὐ πάνυ πονηρά σφῶν [ βεβαίως ] τὰ πράγματα εἴη · εἰ δέ τι ἐν τοῖς ἀνθρωπείοις τοῦ βίου παραλόγοις ἐσφάλησαν , μετὰ πολλῶν οἷς ταὐτὰ ἔδοξε , τὰ τῶν Ἀθηναίων ταχὺ ξυναναιρεθήσεσθαι , τὴν ἁμαρτίαν ξυνέγνωσαν .
8.24.6 εἰργομένοις οὖν αὐτοῖς τῆς θαλάσσης καὶ κατὰ γῆν πορθουμένοις ἐνεχείρησάν τινες πρὸς Ἀθηναίους ἀγαγεῖν τὴν πόλιν · οὓς αἰσθόμενοι οἱ ἄρχοντες αὐτοὶ μὲν ἡσύχασαν , Ἀστύοχον δὲ ἐξ Ἐρυθρῶν τὸν ναύαρχον μετὰ τεσσάρων νεῶν , αἳ παρῆσαν αὐτῷ , κομίσαντες ἐσκόπουν ὅπως μετριώτατα ὁμήρων λήψει ἄλλῳ τῳ τρόπῳ καταπαύσουσι τὴν ἐπιβουλήν . καὶ οἱ μὲν ταῦτα ἔπρασσον .