8.6.3 οἱ μέντοι Λακεδαιμόνιοι τὰ τῶν Χίων καὶ Τισσαφέρνους παρὰ πολὺ προσεδέξαντο μᾶλλον · ξυνέπρασσε γὰρ αὐτοῖς καὶ Ἀλκιβιάδης , Ἐνδίῳ ἐφορεύοντι πατρικὸς ἐς τὰ μάλιστα ξένος ὤν , ὅθεν καὶ τοὔνομα Λακωνικὸν οἰκία αὐτῶν κατὰ τὴν ξενίαν ἔσχεν · Ἔνδιος γὰρ Ἀλκιβιάδου ἐκαλεῖτο .
8.6.4 ὅμως δ’ οἱ Λακεδαιμόνιοι πρῶτον κατάσκοπον ἐς τὴν Χίον πέμψαντες Φρῦνιν ἄνδρα περίοικον , εἰ αἵ τε νῆες αὐτοῖς εἰσὶν ὅσασπερ ἔλεγον καὶ τἆλλα εἰ πόλις ἱκανή ἐστι πρὸς τὴν λεγομένην δόξαν , ἀπαγγείλαντος αὐτοῖς ὡς εἴη ταῦτα ἀληθῆ ἅπερ ἤκουον , τούς τε Χίους καὶ τοὺς Ἐρυθραίους εὐθὺς ξυμμάχους ἐποιήσαντο καὶ τεσσαράκοντα ναῦς ἐψηφίσαντο αὐτοῖς πέμπειν , ὡς ἐκεῖ οὐκ ἔλασσον ἑξήκοντα ἀφ’ ὧν οἱ Χῖοι ἔλεγον ὑπαρχουσῶν .
8.6.5 καὶ τὸ μὲν πρῶτον δέκα τούτων αὐτοὶ ἔμελλον πέμψειν , καὶ Μελαγχρίδαν , ὃς αὐτοῖς ναύαρχος ἦν · ἔπειτα σεισμοῦ γενομένου ἀντὶ τοῦ Μελαγχρίδου Χαλκιδέα ἔπεμπον καὶ ἀντὶ τῶν δέκα νεῶν πέντε παρεσκευάζοντο ἐν τῇ Λακωνικῇ . καὶ χειμὼν ἐτελεύτα καὶ ἑνὸς δέον εἰκοστὸν ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν .