8.7.1 ἅμα δὲ τῷ ἦρι τοῦ ἐπιγιγνομένου θέρους εὐθὺς ἐπειγομένων τῶν Χίων ἀποστεῖλαι τὰς ναῦς καὶ δεδιότων μὴ οἱ Ἀθηναῖοι τὰ πρασσόμενα αἴσθωνται ( πάντες γὰρ κρύφα αὐτῶν ἐπρεσβεύοντο ) , ἀποπέμπουσιν οἱ Λακεδαιμόνιοι ἐς Κόρινθον ἄνδρας Σπαρτιάτας τρεῖς , ὅπως ἀπὸ τῆς ἑτέρας θαλάσσης ὡς τάχιστα ἐπὶ τὴν πρὸς Ἀθήνας ὑπερενεγκόντες τὰς ναῦς τὸν Ἰσθμὸν κελεύσωσι πλεῖν ἐς Χίον πάσας , καὶ ἃς Ἆγις παρεσκεύαζεν ἐς τὴν Λέσβον καὶ τὰς ἄλλας · ἦσαν δὲ αἱ ξύμπασαι τῶν ξυμμαχίδων νῆες αὐτόθι μιᾶς δέουσαι τεσσαράκοντα .
8.8.1 μὲν οὖν Καλλίγειτος καὶ Τιμαγόρας ὑπὲρ τοῦ Φαρναβάζου οὐκ ἐκοινοῦντο τὸν στόλον ἐς τὴν Χίον , οὐδὲ τὰ χρήματα ἐδίδοσαν ἦλθον ἔχοντες ἐς τὴν ἀποστολὴν πέντε καὶ εἴκοσι τάλαντα , ἀλλ’ ὕστερον ἐφ’ ἑαυτῶν διενοοῦντο ἄλλῳ στόλῳ πλεῖν ·
8.8.2 δὲ Ἆγις ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους ἐς τὴν Χίον πρῶτον ὡρμημένους , οὐδ’ αὐτὸς ἄλλο τι ἐγίγνωσκεν , ἀλλὰ ξυνελθόντες ἐς Κόρινθον οἱ ξύμμαχοι ἐβουλεύοντο , καὶ ἔδοξε πρῶτον ἐς Χίον αὐτοῖς πλεῖν ἄρχοντα ἔχοντας Χαλκιδέα , ὃς ἐν τῇ Λακωνικῇ τὰς πέντε ναῦς παρεσκεύαζεν , ἔπειτα ἐς Λέσβον καὶ Ἀλκαμένη ἄρχοντα , ὅνπερ καὶ Ἆγις διενοεῖτο , τὸ τελευταῖον δὲ ἐς τὸν Ἑλλήσποντον ἀφικέσθαι ( προσετέτακτο δὲ ἐς αὐτὸν ἄρχων Κλέαρχος Ῥαμφίου ) ,
8.8.3 διαφέρειν δὲ τὸν Ἰσθμὸν τὰς ἡμισείας τῶν νεῶν πρῶτον , καὶ εὐθὺς ταύτας ἀποπλεῖν , ὅπως μὴ οἱ Ἀθηναῖοι πρὸς τὰς ἀφορμωμένας μᾶλλον τὸν νοῦν ἔχωσιν τὰς ὕστερον ἐπιδιαφερομένας .