8.5.5 ἐπήγετο γὰρ καὶ Τισσαφέρνης τοὺς Πελοποννησίους καὶ ὑπισχνεῖτο τροφὴν παρέξειν . ὑπὸ βασιλέως γὰρ νεωστὶ ἐτύγχανε πεπραγμένος τοὺς ἐκ τῆς ἑαυτοῦ ἀρχῆς φόρους , οὓς δι’ Ἀθηναίους ἀπὸ τῶν Ἑλληνίδων πόλεων οὐ δυνάμενος πράσσεσθαι ἐπωφείλησεν · τούς τε οὖν φόρους μᾶλλον ἐνόμιζε κομιεῖσθαι κακώσας τοὺς Ἀθηναίους , καὶ ἅμα βασιλεῖ ξυμμάχους Λακεδαιμονίους ποιήσειν , καὶ Ἀμόργην τὸν Πισσούθνου υἱὸν νόθον , ἀφεστῶτα περὶ Καρίαν , ὥσπερ αὐτῷ προσέταξε βασιλεύς , ζῶντα ἄξειν ἀποκτενεῖν .
8.6.1 οἱ μὲν οὖν Χῖοι καὶ Τισσαφέρνης κοινῇ κατὰ τὸ αὐτὸ ἔπρασσον , Καλλίγειτος δὲ Λαοφῶντος Μεγαρεὺς καὶ Τιμαγόρας Ἀθηναγόρου Κυζικηνός , φυγάδες τῆς ἑαυτῶν ἀμφότεροι παρὰ Φαρναβάζῳ τῷ Φαρνάκου κατοικοῦντες , ἀφικνοῦνται περὶ τὸν αὐτὸν καιρὸν ἐς τὴν Λακεδαίμονα πέμψαντος Φαρναβάζου , ὅπως ναῦς κομίσειαν ἐς τὸν Ἑλλήσποντον , καὶ αὐτός , εἰ δύναιτο , ἅπερ Τισσαφέρνης προυθυμεῖτο , τάς τε ἐν τῇ ἑαυτοῦ ἀρχῇ πόλεις ἀποστήσειε τῶν Ἀθηναίων διὰ τοὺς φόρους καὶ ἀφ’ ἑαυτοῦ βασιλεῖ τὴν ξυμμαχίαν τῶν Λακεδαιμονίων ποιήσειεν .
8.6.2 πρασσόντων δὲ ταῦτα χωρὶς ἑκατέρων , τῶν τε ἀπὸ τοῦ Φαρναβάζου καὶ τῶν ἀπὸ τοῦ Τισσαφέρνους , πολλὴ ἅμιλλα ἐγίγνετο τῶν ἐν τῇ Λακεδαίμονι , ὅπως οἱ μὲν ἐς τὴν Ἰωνίαν καὶ Χίον , οἱ δ’ ἐς τὸν Ἑλλήσποντον πρότερον ναῦς καὶ στρατιὰν πείσουσι πέμπειν .