8.5.1 πρασσόντων δὲ ταῦτα ἀμφοτέρων καὶ ὄντων οὐδὲν ἄλλο ὥσπερ ἀρχομένων ἐν κατασκευῇ τοῦ πολέμου , πρῶτοι Εὐβοῆς ὡς Ἆγιν περὶ ἀποστάσεως τῶν Ἀθηναίων ἐπρεσβεύσαντο ἐν τῷ χειμῶνι τούτῳ . δὲ προσδεξάμενος τοὺς λόγους αὐτῶν μεταπέμπεται ἐκ Λακεδαίμονος Ἀλκαμένη τὸν Σθενελαΐδου καὶ Μέλανθον ἄρχοντας ὡς ἐς τὴν Εὔβοιαν · οἱ δ’ ἦλθον ἔχοντες τῶν νεοδαμωδῶν ὡς τριακοσίους , καὶ παρεσκεύαζεν αὐτοῖς τὴν διάβασιν .
8.5.2 ἐν τούτῳ δὲ καὶ Λέσβιοι ἦλθον βουλόμενοι καὶ αὐτοὶ ἀποστῆναι · καὶ ξυμπρασσόντων αὐτοῖς τῶν Βοιωτῶν ἀναπείθεται Ἆγις ὥστε Εὐβοίας μὲν πέρι ἐπισχεῖν , τοῖς δὲ Λεσβίοις παρεσκεύαζε τὴν ἀπόστασιν , Ἀλκαμένη τε ἁρμοστὴν διδούς , ὃς ἐς Εὔβοιαν πλεῖν ἔμελλε , καὶ δέκα μὲν Βοιωτοὶ ναῦς ὑπέσχοντο , δέκα δὲ Ἆγις .
8.5.3 καὶ ταῦτα ἄνευ τῆς Λακεδαιμονίων πόλεως ἐπράσσετο · γὰρ Ἆγις , ὅσον χρόνον ἦν περὶ Δεκέλειαν ἔχων τὴν μεθ’ ἑαυτοῦ δύναμιν , κύριος ἦν καὶ ἀποστέλλειν εἴ ποί τινα ἐβούλετο στρατιὰν καὶ ξυναγείρειν καὶ χρήματα πράσσειν . καὶ πολὺ μᾶλλον ὡς εἰπεῖν κατὰ τοῦτον τὸν καιρὸν αὐτοῦ οἱ ξύμμαχοι ὑπήκουον [ ] τῶν ἐν τῇ πόλει Λακεδαιμονίων · δύναμιν γὰρ ἔχων αὐτὸς εὐθὺς ἑκασταχόσε δεινὸς παρῆν .
8.5.4 καὶ μὲν τοῖς Λεσβίοις ἔπρασσε , Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἑτοῖμοι ὄντες πρὸς μὲν Ἆγιν οὐκ ἐτράποντο , ἐς δὲ τὴν Λακεδαίμονα . καὶ παρὰ Τισσαφέρνους , ὃς βασιλεῖ Δαρείῳ τῷ Ἀρταξέρξου στρατηγὸς ἦν τῶν κάτω , πρεσβευτὴς ἅμα μετ’ αὐτῶν παρῆν .