7.84.3 ὡς δὲ γίγνονται ἐπ’ αὐτῷ , ἐσπίπτουσιν οὐδενὶ κόσμῳ ἔτι , ἀλλὰ πᾶς τέ τις διαβῆναι αὐτὸς πρῶτος βουλόμενος καὶ οἱ πολέμιοι ἐπικείμενοι χαλεπὴν ἤδη τὴν διάβασιν ἐποίουν · ἁθρόοι γὰρ ἀναγκαζόμενοι χωρεῖν ἐπέπιπτόν τε ἀλλήλοις καὶ κατεπάτουν , περί τε τοῖς δορατίοις καὶ σκεύεσιν οἱ μὲν εὐθὺς διεφθείροντο , οἱ δὲ ἐμπαλασσόμενοι κατέρρεον .
7.84.4 ἐς τὰ ἐπὶ θάτερά τε τοῦ ποταμοῦ παραστάντες οἱ Συρακόσιοι ( ἦν δὲ κρημνῶδες ) ἔβαλλον ἄνωθεν τοὺς Ἀθηναίους , πίνοντάς τε τοὺς πολλοὺς ἀσμένους καὶ ἐν κοίλῳ ὄντι τῷ ποταμῷ ἐν σφίσιν αὐτοῖς ταρασσομένους .
7.84.5 οἵ τε Πελοποννήσιοι ἐπικαταβάντες τοὺς ἐν τῷ ποταμῷ μάλιστα ἔσφαζον . καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο , ἀλλ’ οὐδὲν ἧσσον ἐπίνετό τε ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ περιμάχητον ἦν τοῖς πολλοῖς .
7.85.1 τέλος δὲ νεκρῶν τε πολλῶν ἐπ’ ἀλλήλοις ἤδη κειμένων ἐν τῷ ποταμῷ καὶ διεφθαρμένου τοῦ στρατεύματος τοῦ μὲν κατὰ τὸν ποταμόν , τοῦ δὲ καί , εἴ τι διαφύγοι , ὑπὸ τῶν ἱππέων , Νικίας Γυλίππῳ ἑαυτὸν παραδίδωσι , πιστεύσας μᾶλλον αὐτῷ τοῖς Συρακοσίοις · καὶ ἑαυτῷ μὲν χρήσασθαι ἐκέλευεν ἐκεῖνόν τε καὶ Λακεδαιμονίους ὅτι βούλονται , τοὺς δὲ ἄλλους στρατιώτας παύσασθαι φονεύοντας .
7.85.2 καὶ Γύλιππος μετὰ τοῦτο ζωγρεῖν ἤδη ἐκέλευεν · καὶ τούς τε λοιποὺς ὅσους μὴ ἀπεκρύψαντο ( πολλοὶ δὲ οὗτοι ἐγένοντο ) ξυνεκόμισαν ζῶντας , καὶ ἐπὶ τοὺς τριακοσίους , οἳ τὴν φυλακὴν διεξῆλθον τῆς νυκτός , πέμψαντες τοὺς διωξομένους ξυνέλαβον .