7.85.3 τὸ μὲν οὖν ἁθροισθὲν τοῦ στρατεύματος ἐς τὸ κοινὸν οὐ πολὺ ἐγένετο , τὸ δὲ διακλαπὲν πολύ , καὶ διεπλήσθη πᾶσα Σικελία αὐτῶν , ἅτε οὐκ ἀπὸ ξυμβάσεως ὥσπερ τῶν μετὰ Δημοσθένους ληφθέντων .
7.85.4 μέρος δέ τι οὐκ ὀλίγον καὶ ἀπέθανεν · πλεῖστος γὰρ δὴ φόνος οὗτος καὶ οὐδενὸς ἐλάσσων τῶν ἐν τῷ [ Σικελικῷ ] πολέμῳ τούτῳ ἐγένετο . καὶ ἐν ταῖς ἄλλαις προσβολαῖς ταῖς κατὰ τὴν πορείαν συχναῖς γενομέναις οὐκ ὀλίγοι ἐτεθνήκεσαν . πολλοὶ δὲ ὅμως καὶ διέφυγον , οἱ μὲν καὶ παραυτίκα , οἱ δὲ καὶ δουλεύσαντες καὶ διαδιδράσκοντες ὕστερον · τούτοις δ’ ἦν ἀναχώρησις ἐς Κατάνην .
7.86.1 ξυναθροισθέντες δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι , τῶν τε αἰχμαλώτων ὅσους ἐδύναντο πλείστους καὶ τὰ σκῦλα ἀναλαβόντες , ἀνεχώρησαν ἐς τὴν πόλιν .
7.86.2 καὶ τοὺς μὲν ἄλλους Ἀθηναίων καὶ τῶν ξυμμάχων ὁπόσους ἔλαβον κατεβίβασαν ἐς τὰς λιθοτομίας , ἀσφαλεστάτην εἶναι νομίσαντες τήρησιν , Νικίαν δὲ καὶ Δημοσθένη ἄκοντος τοῦ Γυλίππου ἀπέσφαξαν . γὰρ Γύλιππος καλὸν τὸ ἀγώνισμα ἐνόμιζέν οἱ εἶναι ἐπὶ τοῖς ἄλλοις καὶ τοὺς ἀντιστρατήγους κομίσαι Λακεδαιμονίοις .
7.86.3 ξυνέβαινε δὲ τὸν μὲν πολεμιώτατον αὐτοῖς εἶναι , Δημοσθένη , διὰ τὰ ἐν τῇ νήσῳ καὶ Πύλῳ , τὸν δὲ διὰ τὰ αὐτὰ ἐπιτηδειότατον · τοὺς γὰρ ἐκ τῆς νήσου ἄνδρας τῶν Λακεδαιμονίων Νικίας προυθυμήθη , σπονδὰς πείσας τοὺς Ἀθηναίους ποιήσασθαι , ὥστε ἀφεθῆναι .