7.83.2 ὡς δ’ οἰχόμενος ἀπήγγειλε πάλιν παραδεδωκότας , ἐπικηρυκεύεται Γυλίππῳ καὶ Συρακοσίοις εἶναι ἑτοῖμος ὑπὲρ Ἀθηναίων ξυμβῆναι , ὅσα ἀνήλωσαν χρήματα Συρακόσιοι ἐς τὸν πόλεμον , ταῦτα ἀποδοῦναι , ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς · μέχρι οὗ δ’ ἂν τὰ χρήματα ἀποδοθῇ , ἄνδρας δώσειν Ἀθηναίων ὁμήρους , ἕνα κατὰ τάλαντον .
7.83.3 οἱ δὲ Συρακόσιοι καὶ Γύλιππος οὐ προσεδέχοντο τοὺς λόγους , ἀλλὰ προσπεσόντες καὶ περιστάντες πανταχόθεν ἔβαλλον καὶ τούτους μέχρι ὀψέ .
7.83.4 εἶχον δὲ καὶ οὗτοι πονηρῶς σίτου τε καὶ τῶν ἐπιτηδείων ἀπορίᾳ . ὅμως δὲ τῆς νυκτὸς φυλάξαντες τὸ ἡσυχάζον ἔμελλον πορεύσεσθαι . καὶ ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ οἱ Συρακόσιοι αἰσθάνονται καὶ ἐπαιάνισαν .
7.83.5 γνόντες δὲ οἱ Ἀθηναῖοι ὅτι οὐ λανθάνουσι , κατέθεντο πάλιν πλὴν τριακοσίων μάλιστα ἀνδρῶν · οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι ἐχώρουν τῆς νυκτὸς ἐδύναντο .
7.84.1 Νικίας δ’ ἐπειδὴ ἡμέρα ἐγένετο ἦγε τὴν στρατιάν · οἱ δὲ Συρακόσιοι καὶ οἱ ξύμμαχοι προσέκειντο τὸν αὐτὸν τρόπον πανταχόθεν βάλλοντές τε καὶ κατακοντίζοντες .
7.84.2 καὶ οἱ Ἀθηναῖοι ἠπείγοντο πρὸς τὸν Ἀσσίναρον ποταμόν , ἅμα μὲν βιαζόμενοι ὑπὸ τῆς πανταχόθεν προσβολῆς ἱππέων τε πολλῶν καὶ τοῦ ἄλλου ὄχλου , οἰόμενοι ῥᾷόν τι σφίσιν ἔσεσθαι , ἢν διαβῶσι τὸν ποταμόν , ἅμα δ’ ὑπὸ τῆς ταλαιπωρίας καὶ τοῦ πιεῖν ἐπιθυμίᾳ .