7.81.5 τοιαύταις δὲ προσβολαῖς καὶ οὐ ξυσταδὸν μάχαις οἱ Συρακόσιοι εἰκότως ἐχρῶντο · τὸ γὰρ ἀποκινδυνεύειν πρὸς ἀνθρώπους ἀπονενοημένους οὐ πρὸς ἐκείνων μᾶλλον ἦν ἔτι πρὸς τῶν Ἀθηναίων , καὶ ἅμα φειδώ τέ τις ἐγίγνετο ἐπ’ εὐπραγίᾳ ἤδη σαφεῖ μὴ προαναλωθῆναί τῳ , καὶ ἐνόμιζον καὶ ὣς ταύτῃ τῇ ἰδέᾳ καταδαμασάμενοι λήψεσθαι αὐτούς .
7.82.1 ἐπειδὴ δ’ οὖν δι’ ἡμέρας βάλλοντες πανταχόθεν τοὺς Ἀθηναίους καὶ ξυμμάχους ἑώρων ἤδη τεταλαιπωρημένους τοῖς τε τραύμασι καὶ τῇ ἄλλῃ κακώσει , κήρυγμα ποιοῦνται Γύλιππος καὶ Συρακόσιοι καὶ οἱ ξύμμαχοι πρῶτον μὲν τῶν νησιωτῶν εἴ τις βούλεται ἐπ’ ἐλευθερίᾳ ὡς σφᾶς ἀπιέναι · καὶ ἀπεχώρησάν τινες πόλεις οὐ πολλαί .
7.82.2 ἔπειτα δ’ ὕστερον καὶ πρὸς τοὺς ἄλλους ἅπαντας τοὺς μετὰ Δημοσθένους ὁμολογία γίγνεται ὥστε ὅπλα τε παραδοῦναι καὶ μὴ ἀποθανεῖν μηδένα μήτε βιαίως μήτε δεσμοῖς μήτε τῆς ἀναγκαιοτάτης ἐνδείᾳ διαίτης .
7.82.3 καὶ παρέδοσαν οἱ πάντες σφᾶς αὐτοὺς ἑξακισχίλιοι , καὶ τὸ ἀργύριον εἶχον ἅπαν κατέθεσαν ἐσβαλόντες ἐς ἀσπίδας ὑπτίας , καὶ ἐνέπλησαν ἀσπίδας τέσσαρας . καὶ τούτους μὲν εὐθὺς ἀπεκόμιζον ἐς τὴν πόλιν · Νικίας δὲ καὶ οἱ μετ’ αὐτοῦ ταύτῃ τῇ ἡμέρᾳ ἀφικνοῦνται ἐπὶ τὸν ποταμὸν τὸν Ἐρινεόν , καὶ διαβὰς πρὸς μετέωρόν τι καθῖσε τὴν στρατιάν .
7.83.1 οἱ δὲ Συρακόσιοι τῇ ὑστεραίᾳ καταλαβόντες αὐτὸν ἔλεγον ὅτι οἱ μετὰ Δημοσθένους παραδεδώκοιεν σφᾶς αὐτούς , κελεύοντες κἀκεῖνον τὸ αὐτὸ δρᾶν · δ’ ἀπιστῶν σπένδεται ἱππέα πέμψαι σκεψόμενον .