7.81.1 ἐν τούτῳ δ’ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι , ὡς τε ἡμέρα ἐγένετο καὶ ἔγνωσαν τοὺς Ἀθηναίους ἀπεληλυθότας , ἐν αἰτίᾳ τε οἱ πολλοὶ τὸν Γύλιππον εἶχον ἑκόντα ἀφεῖναι τοὺς Ἀθηναίους , καὶ κατὰ τάχος διώκοντες , οὐ χαλεπῶς ᾐσθάνοντο κεχωρηκότας , καταλαμβάνουσι περὶ ἀρίστου ὥραν .
7.81.2 καὶ ὡς προσέμειξαν τοῖς μετὰ τοῦ Δημοσθένους ὑστέροις τ’ οὖσι καὶ σχολαίτερον καὶ ἀτακτότερον χωροῦσιν , ὡς τῆς νυκτὸς τότε ξυνεταράχθησαν , εὐθὺς προσπεσόντες ἐμάχοντο , καὶ οἱ ἱππῆς τῶν Συρακοσίων ἐκυκλοῦντό τε ῥᾷον αὐτοὺς δίχα δὴ ὄντας καὶ ξυνῆγον ἐς ταὐτό .
7.81.3 τὸ δὲ Νικίου στράτευμα ἀπεῖχεν ἐν τῷ πρόσθεν καὶ πεντήκοντα σταδίους · θᾶσσόν τε γὰρ Νικίας ἦγε , νομίζων οὐ τὸ ὑπομένειν ἐν τῷ τοιούτῳ ἑκόντας εἶναι καὶ μάχεσθαι σωτηρίαν , ἀλλὰ τὸ ὡς τάχιστα ὑποχωρεῖν , τοσαῦτα μαχομένους ὅσα ἀναγκάζονται .
7.81.4 δὲ Δημοσθένης ἐτύγχανέ τε τὰ πλείω ἐν πόνῳ ξυνεχεστέρῳ ὢν διὰ τὸ ὑστέρῳ ἀναχωροῦντι αὐτῷ πρώτῳ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ τότε γνοὺς τοὺς Συρακοσίους διώκοντας οὐ προυχώρει μᾶλλον ἐς μάχην ξυνετάσσετο , ἕως ἐνδιατρίβων κυκλοῦταί τε ὑπ’ αὐτῶν καὶ ἐν πολλῷ θορύβῳ αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ Ἀθηναῖοι ἦσαν · ἀνειληθέντες γὰρ ἔς τι χωρίον κύκλῳ μὲν τειχίον περιῆν , ὁδὸς δὲ ἔνθεν [ τε ] καὶ ἔνθεν , ἐλάας δὲ οὐκ ὀλίγας εἶχεν , ἐβάλλοντο περισταδόν .