7.80.2 ἦν δὲ ξύμπασα ὁδὸς αὕτη οὐκ ἐπὶ Κατάνης τῷ στρατεύματι , ἀλλὰ κατὰ τὸ ἕτερον μέρος τῆς Σικελίας τὸ πρὸς Καμάριναν καὶ Γέλαν καὶ τὰς ταύτῃ πόλεις καὶ Ἑλληνίδας καὶ βαρβάρους .
7.80.3 καύσαντες οὖν πυρὰ πολλὰ ἐχώρουν ἐν τῇ νυκτί . καὶ αὐτοῖς , οἷον φιλεῖ καὶ πᾶσι στρατοπέδοις , μάλιστα δὲ τοῖς μεγίστοις , φόβοι καὶ δείματα ἐγγίγνεσθαι , ἄλλως τε καὶ ἐν νυκτί τε καὶ διὰ πολεμίας καὶ ἀπὸ πολεμίων οὐ πολὺ ἀπεχόντων ἰοῦσιν , ἐμπίπτει ταραχή ·
7.80.4 καὶ τὸ μὲν Νικίου στράτευμα , ὥσπερ ἡγεῖτο , ξυνέμενέ τε καὶ προύλαβε πολλῷ , τὸ δὲ Δημοσθένους , τὸ ἥμισυ μάλιστα καὶ πλέον , ἀπεσπάσθη τε καὶ ἀτακτότερον ἐχώρει .
7.80.5 ἅμα δὲ τῇ ἕῳ ἀφικνοῦνται ὅμως πρὸς τὴν θάλασσαν , καὶ ἐσβάντες ἐς τὴν ὁδὸν τὴν Ἑλωρίνην καλουμένην ἐπορεύοντο , ὅπως , ἐπειδὴ γένοιντο ἐπὶ τῷ ποταμῷ τῷ Κακυπάρει , παρὰ τὸν ποταμὸν ἴοιεν ἄνω διὰ μεσογείας · ἤλπιζον γὰρ καὶ τοὺς Σικελοὺς ταύτῃ οὓς μετεπέμψαντο ἀπαντήσεσθαι .
7.80.6 ἐπειδὴ δ’ ἐγένοντο ἐπὶ τῷ ποταμῷ , ηὗρον καὶ ἐνταῦθα φυλακήν τινα τῶν Συρακοσίων ἀποτειχίζουσάν τε καὶ ἀποσταυροῦσαν τὸν πόρον . καὶ βιασάμενοι αὐτὴν διέβησάν τε τὸν ποταμὸν καὶ ἐχώρουν αὖθις πρὸς ἄλλον ποταμὸν τὸν Ἐρινεόν · ταύτῃ γὰρ οἱ ἡγεμόνες ἐκέλευον .