7.79.3 ἔτυχον δὲ καὶ βρονταί τινες ἅμα γενόμεναι καὶ ὕδωρ , οἷα τοῦ ἔτους πρὸς μετόπωρον ἤδη ὄντος φιλεῖ γίγνεσθαι · ἀφ’ ὧν οἱ Ἀθηναῖοι μᾶλλον ἔτι ἠθύμουν καὶ ἐνόμιζον ἐπὶ τῷ σφετέρῳ ὀλέθρῳ καὶ ταῦτα πάντα γίγνεσθαι .
7.79.4 ἀναπαυομένων δ’ αὐτῶν Γύλιππος καὶ οἱ Συρακόσιοι πέμπουσι μέρος τι τῆς στρατιᾶς ἀποτειχιοῦντας αὖ ἐκ τοῦ ὄπισθεν αὐτοὺς προεληλύθεσαν · ἀντιπέμψαντες δὲ κἀκεῖνοι σφῶν αὐτῶν τινὰς διεκώλυσαν .
7.79.5 καὶ μετὰ ταῦτα πάσῃ τῇ στρατιᾷ ἀναχωρήσαντες πρὸς τὸ πεδίον μᾶλλον οἱ Ἀθηναῖοι ηὐλίσαντο . τῇ δ’ ὑστεραίᾳ προυχώρουν , καὶ οἱ Συρακόσιοι προσέβαλλόν τε πανταχῇ αὐτοῖς κύκλῳ καὶ πολλοὺς κατετραυμάτιζον , καὶ εἰ μὲν ἐπίοιεν οἱ Ἀθηναῖοι , ὑπεχώρουν , εἰ δ’ ἀναχωροῖεν , ἐπέκειντο , καὶ μάλιστα τοῖς ὑστάτοις προσπίπτοντες , εἴ πως κατὰ βραχὺ τρεψάμενοι πᾶν τὸ στράτευμα φοβήσειαν .
7.79.6 καὶ ἐπὶ πολὺ μὲν τοιούτῳ τρόπῳ ἀντεῖχον οἱ Ἀθηναῖοι , ἔπειτα προελθόντες πέντε ἓξ σταδίους ἀνεπαύοντο ἐν τῷ πεδίῳ · ἀνεχώρησαν δὲ καὶ οἱ Συρακόσιοι ἀπ’ αὐτῶν ἐς τὸ ἑαυτῶν στρατόπεδον .
7.80.1 τῆς δὲ νυκτὸς τῷ Νικίᾳ καὶ Δημοσθένει ἐδόκει , ἐπειδὴ κακῶς σφίσι τὸ στράτευμα εἶχε τῶν τε ἐπιτηδείων πάντων ἀπορίᾳ ἤδη , καὶ κατατετραυματισμένοι ἦσαν πολλοὶ ἐν πολλαῖς προσβολαῖς τῶν πολεμίων γεγενημέναις , πυρὰ καύσαντας ὡς πλεῖστα ἀπάγειν τὴν στρατιάν , μηκέτι τὴν αὐτὴν ὁδὸν διενοήθησαν , ἀλλὰ τοὐναντίον οἱ Συρακόσιοι ἐτήρουν , πρὸς τὴν θάλασσαν .