7.78.4 καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ προελθόντες σταδίους ὡς τεσσαράκοντα ηὐλίσαντο πρὸς λόφῳ τινὶ οἱ Ἀθηναῖοι · τῇ δ’ ὑστεραίᾳ πρῲ ἐπορεύοντο καὶ προῆλθον ὡς εἴκοσι σταδίους , καὶ κατέβησαν ἐς χωρίον ἄπεδόν τι καὶ αὐτοῦ ἐστρατοπεδεύσαντο , βουλόμενοι ἔκ τε τῶν οἰκιῶν λαβεῖν τι ἐδώδιμον ( ᾠκεῖτο γὰρ χῶρος ) καὶ ὕδωρ μετὰ σφῶν αὐτῶν φέρεσθαι αὐτόθεν · ἐν γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια , ἔμελλον ἰέναι , οὐκ ἄφθονον ἦν .
7.78.5 οἱ δὲ Συρακόσιοι ἐν τούτῳ προελθόντες τὴν δίοδον τὴν ἐν τῷ πρόσθεν ἀπετείχιζον · ἦν δὲ λόφος καρτερὸς καὶ ἑκατέρωθεν αὐτοῦ χαράδρα κρημνώδης , ἐκαλεῖτο δὲ Ἀκραῖον λέπας .
7.78.6 τῇ δ’ ὑστεραίᾳ οἱ Ἀθηναῖοι προῇσαν , καὶ οἱ τῶν Συρακοσίων καὶ ξυμμάχων αὐτοὺς ἱππῆς καὶ ἀκοντισταὶ ὄντες πολλοὶ ἑκατέρωθεν ἐκώλυον καὶ ἐσηκόντιζόν τε καὶ παρίππευον . καὶ χρόνον μὲν πολὺν ἐμάχοντο οἱ Ἀθηναῖοι , ἔπειτα ἀνεχώρησαν πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον . καὶ τὰ ἐπιτήδεια οὐκέτι ὁμοίως εἶχον · οὐ γὰρ ἔτι ἀποχωρεῖν οἷόν τ’ ἦν ὑπὸ τῶν ἱππέων .
7.79.1 πρῲ δὲ ἄραντες ἐπορεύοντο αὖθις , καὶ ἐβιάσαντο πρὸς τὸν λόφον ἐλθεῖν τὸν ἀποτετειχισμένον , καὶ ηὗρον πρὸ ἑαυτῶν ὑπὲρ τοῦ ἀποτειχίσματος τὴν πεζὴν στρατιὰν παρατεταγμένην οὐκ ἐπ’ ὀλίγων ἀσπίδων · στενὸν γὰρ ἦν τὸ χωρίον .
7.79.2 καὶ προσβαλόντες οἱ Ἀθηναῖοι ἐτειχομάχουν , καὶ βαλλόμενοι ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντους ὄντος ( διικνοῦντο γὰρ ῥᾷον οἱ ἄνωθεν ) καὶ οὐ δυνάμενοι βιάσασθαι ἀνεχώρουν πάλιν καὶ ἀνεπαύοντο .