7.77.7 " τό τε ξύμπαν γνῶτε , ἄνδρες στρατιῶται , ἀναγκαῖόν τε ὂν ὑμῖν ἀνδράσιν ἀγαθοῖς γίγνεσθαι ὡς μὴ ὄντος χωρίου ἐγγὺς ὅποι ἂν μαλακισθέντες σωθείητε καί , ἢν νῦν διαφύγητε τοὺς πολεμίους , οἵ τε ἄλλοι τευξόμενοι ὧν ἐπιθυμεῖτέ που ἐπιδεῖν καὶ οἱ Ἀθηναῖοι τὴν μεγάλην δύναμιν τῆς πόλεως καίπερ πεπτωκυῖαν ἐπανορθώσοντες · ἄνδρες γὰρ πόλις , καὶ οὐ τείχη οὐδὲ νῆες ἀνδρῶν κεναί . "
7.78.1 μὲν Νικίας τοιάδε παρακελευόμενος ἅμα ἐπῄει τὸ στράτευμα , καὶ εἴ πῃ ὁρῴη διεσπασμένον καὶ μὴ ἐν τάξει χωροῦν ξυνάγων καὶ καθιστάς , καὶ Δημοσθένης οὐδὲν ἧσσον τοῖς καθ’ ἑαυτὸν τοιαῦτά τε καὶ παραπλήσια λέγων .
7.78.2 τὸ δὲ ἐχώρει ἐν πλαισίῳ τεταγμένον , πρῶτον μὲν ἡγούμενον τὸ Νικίου , ἐφεπόμενον δὲ τὸ Δημοσθένους · τοὺς δὲ σκευοφόρους καὶ τὸν πλεῖστον ὄχλον ἐντὸς εἶχον οἱ ὁπλῖται .
7.78.3 καὶ ἐπειδή [ τε ] ἐγένοντο ἐπὶ τῇ διαβάσει τοῦ Ἀνάπου ποταμοῦ , ηὗρον ἐπ’ αὐτῷ παρατεταγμένους τῶν Συρακοσίων καὶ ξυμμάχων , καὶ τρεψάμενοι αὐτοὺς καὶ κρατήσαντες τοῦ πόρου ἐχώρουν ἐς τὸ πρόσθεν · οἱ δὲ Συρακόσιοι παριππεύοντές τε προσέκειντο καὶ ἐσακοντίζοντες οἱ ψιλοί .