7.77.3 ἀνθ’ ὧν μὲν ἐλπὶς ὅμως θρασεῖα τοῦ μέλλοντος , αἱ δὲ ξυμφοραὶ οὐ κατ’ ἀξίαν δὴ φοβοῦσιν . τάχα δὲ ἂν καὶ λωφήσειαν · ἱκανὰ γὰρ τοῖς τε πολεμίοις ηὐτύχηται , καὶ εἴ τῳ θεῶν ἐπίφθονοι ἐστρατεύσαμεν , ἀποχρώντως ἤδη τετιμωρήμεθα .
7.77.4 ἦλθον γάρ που καὶ ἄλλοι τινὲς ἤδη ἐφ’ ἑτέρους , καὶ ἀνθρώπεια δράσαντες ἀνεκτὰ ἔπαθον . καὶ ἡμᾶς εἰκὸς νῦν τά τε ἀπὸ τοῦ θεοῦ ἐλπίζειν ἠπιώτερα ἕξειν ( οἴκτου γὰρ ἀπ’ αὐτῶν ἀξιώτεροι ἤδη ἐσμὲν φθόνοθυ ) , καὶ ὁρῶντες ὑμᾶς αὐτοὺς οἷοι ὁπλῖται ἅμα καὶ ὅσοι ξυντεταγμένοι χωρεῖτε μὴ καταπέπληχθε ἄγαν , λογίζεσθε δὲ ὅτι αὐτοί τε πόλις εὐθύς ἐστε ὅποι ἂν καθέζησθε καὶ ἄλλη οὐδεμία ὑμᾶς τῶν ἐν Σικελίᾳ οὔτ’ ἂν ἐπιόντας δέξαιτο ῥᾳδίως οὔτ’ ἂν ἱδρυθέντας που ἐξαναστήσειεν .
7.77.5 τὴν δὲ πορείαν ὥστ’ ἀσφαλῆ καὶ εὔτακτον εἶναι αὐτοὶ φυλάξατε , μὴ ἄλλο τι ἡγησάμενος ἕκαστος ἐν ἂν ἀναγκασθῇ χωρίῳ μάχεσθαι , τοῦτο καὶ πατρίδα καὶ τεῖχος κρατήσας ἕξειν .
7.77.6 σπουδὴ δὲ ὁμοίως καὶ νύκτα καὶ ἡμέραν ἔσται τῆς ὁδοῦ · τὰ γὰρ ἐπιτήδεια βραχέα ἔχομεν , καὶ ἢν ἀντιλαβώμεθά του φιλίου χωρίου τῶν Σικελῶν ( οὗτοι γὰρ ἡμῖν διὰ τὸ Συρακοσίων δέος ἔτι βέβαιοι εἰσίν ) , ἤδη νομίζετε ἐν τῷ ἐχυρῷ εἶναι . προπέπεμπται δ’ ὡς αὐτούς , καὶ ἀπαντᾶν εἰρημένον καὶ σιτία ἄλλα κομίζειν .