7.75.7 μέγιστον γὰρ δὴ τὸ διάφορον τοῦτο [ τῷ ] Ἑλληνικῷ στρατεύματι ἐγένετο , οἷς ἀντὶ μὲν τοῦ ἄλλους δουλωσομένους ἥκειν αὐτοὺς τοῦτο μᾶλλον δεδιότας μὴ πάθωσι ξυνέβη ἀπιέναι , ἀντὶ δ’ εὐχῆς τε καὶ παιάνων , μεθ’ ὧν ἐξέπλεον , πάλιν τούτων τοῖς ἐναντίοις ἐπιφημίσμασιν ἀφορμᾶσθαι , πεζούς τε ἀντὶ ναυβατῶν πορευομένους καὶ ὁπλιτικῷ προσέχοντας μᾶλλον ναυτικῷ . ὅμως δὲ ὑπὸ μεγέθους τοῦ ἐπικρεμαμένου ἔτι κινδύνου πάντα ταῦτα αὐτοῖς οἰστὰ ἐφαίνετο .
7.76.1 ὁρῶν δὲ Νικίας τὸ στράτευμα ἀθυμοῦν καὶ ἐν μεγάλῃ μεταβολῇ ὄν , ἐπιπαριὼν ὡς ἐκ τῶν ὑπαρχόντων ἐθάρσυνέ τε καὶ παρεμυθεῖτο , βοῇ τε χρώμενος ἔτι μᾶλλον ἑκάστοις καθ’ οὓς γίγνοιτο ὑπὸ προθυμίας καὶ βουλόμενος ὡς ἐπὶ πλεῖστον γεγωνίσκων ὠφελεῖν τι .
7.77.1 " καὶ ἐκ τῶν παρόντων , Ἀθηναῖοι καὶ ξύμμαχοι , ἐλπίδα χρὴ ἔχειν ( ἤδη τινὲς καὶ ἐκ δεινοτέρων τοιῶνδε ἐσώθησαν ) , μηδὲ καταμέμφεσθαι ὑμᾶς ἄγαν αὐτοὺς μήτε ταῖς ξυμφοραῖς μήτε ταῖς παρὰ τὴν ἀξίαν νῦν κακοπαθίαις .
7.77.2 κἀγώ τοι οὐδενὸς ὑμῶν οὔτε ῥώμῃ προφέρων ( ἀλλ’ ὁρᾶτε δὴ ὡς διάκειμαι ὑπὸ τῆς νόσου ) οὔτ’ εὐτυχίᾳ δοκῶν που ὕστερός του εἶναι κατά τε τὸν ἴδιον βίον καὶ ἐς τὰ ἄλλα , νῦν ἐν τῷ αὐτῷ κινδύνῳ τοῖς φαυλοτάτοις αἰωροῦμαι · καίτοι πολλὰ μὲν ἐς θεοὺς νόμιμα δεδιῄτημαι , πολλὰ δὲ ἐς ἀνθρώπους δίκαια καὶ ἀνεπίφθονα .