7.75.4 πρὸς γὰρ ἀντιβολίαν καὶ ὀλοφυρμὸν τραπόμενοι ἐς ἀπορίαν καθίστασαν , ἄγειν τε σφᾶς ἀξιοῦντες καὶ ἕνα ἕκαστον ἐπιβοώμενοι , εἴ τινά πού τις ἴδοι ἑταίρων οἰκείων , τῶν τε ξυσκήνων ἤδη ἀπιόντων ἐκκρεμαννύμενοι καὶ ἐπακολουθοῦντες ἐς ὅσον δύναιντο , εἴ τῳ δὲ προλίποι ῥώμη καὶ τὸ σῶμα , οὐκ ἄνευ ὀλίγων ἐπιθειασμῶν καὶ οἰμωγῆς ὑπολειπόμενοι , ὥστε δάκρυσι πᾶν τὸ στράτευμα πλησθὲν καὶ ἀπορίᾳ τοιαύτῃ μὴ ῥᾳδίως ἀφορμᾶσθαι , καίπερ ἐκ πολεμίας τε καὶ μείζω κατὰ δάκρυα τὰ μὲν πεπονθότας ἤδη , τὰ δὲ περὶ τῶν ἐν ἀφανεῖ δεδιότας μὴ πάθωσιν .
7.75.5 κατήφειά τέ τις ἅμα καὶ κατάμεμψις σφῶν αὐτῶν πολλὴ ἦν . οὐδὲν γὰρ ἄλλο πόλει ἐκπεπολιορκημένῃ ἐῴκεσαν ὑποφευγούσῃ , καὶ ταύτῃ οὐ σμικρᾷ · μυριάδες γὰρ τοῦ ξύμπαντος ὄχλου οὐκ ἐλάσσους τεσσάρων ἅμα ἐπορεύοντο . καὶ τούτων οἵ τε ἄλλοι πάντες ἔφερον ὅτι τις ἐδύνατο ἕκαστος χρήσιμον , καὶ οἱ ὁπλῖται καὶ οἱ ἱππῆς παρὰ τὸ εἰωθὸς αὐτοὶ τὰ σφέτερα αὐτῶν σιτία ὑπὸ τοῖς ὅπλοις , οἱ μὲν ἀπορίᾳ ἀκολούθων , οἱ δὲ ἀπιστίᾳ · ἀπηυτομολήκεσαν γὰρ πάλαι τε καὶ οἱ πλεῖστοι παραχρῆμα . ἔφερον δὲ οὐδὲ ταῦτα ἱκανά · σῖτος γὰρ οὐκέτι ἦν ἐν τῷ στρατοπέδῳ .
7.75.6 καὶ μὴν ἄλλη αἰκία καὶ ἰσομοιρία τῶν κακῶν , ἔχουσά τινα ὅμως τὸ μετὰ πολλῶν κούφισιν , οὐδ’ ὣς ῥᾳδία ἐν τῷ παρόντι ἐδοξάζετο , ἄλλως τε καὶ ἀπὸ οἵας λαμπρότητος καὶ αὐχήματος τοῦ πρώτου ἐς οἵαν τελευτὴν καὶ ταπεινότητα ἀφῖκτο .