7.74.2 Συρακόσιοι δὲ καὶ Γύλιππος τῷ μὲν πεζῷ προεξελθόντες τάς τε ὁδοὺς τὰς κατὰ τὴν χώραν , εἰκὸς ἦν τοὺς Ἀθηναίους ἰέναι , ἀπεφάργνυσαν καὶ τῶν ῥείθρων καὶ [ τῶν ] ποταμῶν τὰς διαβάσεις ἐφύλασσον καὶ ἐς ὑποδοχὴν τοῦ στρατεύματος ὡς κωλύσοντες ἐδόκει ἐτάσσοντο · ταῖς δὲ ναυσὶ προσπλεύσαντες τὰς ναῦς τῶν Ἀθηναίων ἀπὸ τοῦ αἰγιαλοῦ ἀφεῖλκον ( ἐνέπρησαν δέ τινας ὀλίγας , ὥσπερ διενοήθησαν , αὐτοὶ οἱ Ἀθηναῖοι ) , τὰς δ’ ἄλλας καθ’ ἡσυχίαν οὐδενὸς κωλύοντος ὡς ἑκάστην ποι ἐκπεπτωκυῖαν ἀναδησάμενοι ἐκόμιζον ἐς τὴν πόλιν .
7.75.1 μετὰ δὲ τοῦτο , ἐπειδὴ ἐδόκει τῷ Νικίᾳ καὶ τῷ Δημοσθένει ἱκανῶς παρεσκευάσθαι , καὶ ἀνάστασις ἤδη τοῦ στρατεύματος τρίτῃ ἡμέρᾳ ἀπὸ τῆς ναυμαχίας ἐγίγνετο .
7.75.2 δεινὸν οὖν ἦν οὐ καθ’ ἓν μόνον τῶν πραγμάτων , ὅτι τάς τε ναῦς ἀπολωλεκότες πάσας ἀπεχώρουν καὶ ἀντὶ μεγάλης ἐλπίδος καὶ αὐτοὶ καὶ πόλις κινδυνεύοντες , ἀλλὰ καὶ ἐν τῇ ἀπολείψει τοῦ στρατοπέδου ξυνέβαινε τῇ τε ὄψει ἑκάστῳ ἀλγεινὰ καὶ τῇ γνώμῃ αἰσθέσθαι .
7.75.3 τῶν τε γὰρ νεκρῶν ἀτάφων ὄντων , ὁπότε τις ἴδοι τινὰ τῶν ἐπιτηδείων κείμενον , ἐς λύπην μετὰ φόβου καθίστατο , καὶ οἱ ζῶντες καταλειπόμενοι τραυματίαι τε καὶ ἀσθενεῖς πολὺ τῶν τεθνεώτων τοῖς ζῶσι λυπηρότεροι ἦσαν καὶ τῶν ἀπολωλότων ἀθλιώτεροι .