7.73.3 ὡς δὲ τοῖς ἄρχουσι ταῦτα λογιζομένοις ἐφαίνετο ἄπορα καὶ οὐκέτι ἔπειθεν αὐτοὺς Ἑρμοκράτης , αὐτὸς ἐπὶ τούτοις τάδε μηχανᾶται , δεδιὼς μὴ οἱ Ἀθηναῖοι καθ’ ἡσυχίαν προφθάσωσιν ἐν τῇ νυκτὶ διελθόντες τὰ χαλεπώτατα τῶν χωρίων . πέμπει τῶν ἑταίρων τινὰς τῶν ἑαυτοῦ μετὰ ἱππέων πρὸς τὸ τῶν Ἀθηναίων στρατόπεδον , ἡνίκα ξυνεσκόταζεν · οἳ προσελάσαντες ἐξ ὅσου τις ἔμελλεν ἀκούσεσθαι καὶ ἀνακαλεσάμενοί τινας ὡς ὄντες τῶν Ἀθηναίων ἐπιτήδειοι ( ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν ) ἐκέλευον φράζειν Νικίᾳ μὴ ἀπάγειν τῆς νυκτὸς τὸ στράτευμα ὡς Συρακοσίων τὰς ὁδοὺς φυλασσόντων , ἀλλὰ καθ’ ἡσυχίαν τῆς ἡμέρας παρασκευασάμενον ἀποχωρεῖν .
7.73.4 καὶ οἱ μὲν εἰπόντες ἀπῆλθον , καὶ οἱ ἀκούσαντες διήγγειλαν τοῖς στρατηγοῖς τῶν Ἀθηναίων ·
7.74.1 οἱ δὲ πρὸς τὸ ἄγγελμα ἐπέσχον τὴν νύκτα , νομίσαντες οὐκ ἀπάτην εἶναι . καὶ ἐπειδὴ καὶ ὣς οὐκ εὐθὺς ὥρμησαν , ἔδοξεν αὐτοῖς καὶ τὴν ἐπιοῦσαν ἡμέραν περιμεῖναι , ὅπως ξυσκευάσαιντο ὡς ἐκ τῶν δυνατῶν οἱ στρατιῶται ὅτι χρησιμώτατα , καὶ τὰ μὲν ἄλλα πάντα καταλιπεῖν , ἀναλαβόντες δὲ αὐτὰ ὅσα περὶ τὸ σῶμα ἐς δίαιταν ὑπῆρχεν ἐπιτήδεια ἀφορμᾶσθαι .